Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Τυπολογία του ναού και εγκώμιο του Ιωάννη του Προδρόμου

Η είσοδος του Ζαχαρία στα Άγια των Αγίων, η αγγελική προαναγγελία της γέννησης και η ρητορική έξαρση των κατορθωμάτων του Βαπτιστή από τη μήτρα έως το μαρτύριό του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Ἐγκώμιον εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου Προδρόμου καὶ Βαπτιστοῦ. αʹ. Μωϋσῆς ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, τὸ κεφάλαιον τῶν προφητῶν, ὁ τῆς θαλάσσης ὁδοιπόρος, ὁ τοῦ ἀέρος ἡνίοχος, ὁ τοῦ μάννα τραπεζοποιὸς, ὁ τοῦ Θεοῦ νομοθέτης, ὁ τὰς πλάκας τὰς ἱερὰς δεξάμενος, ὁ πρῶτος εἰσηγητὴς τῶν συμφερόντων τῷ βίῳ, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος σκηνὴν τῷ λαῷ Ἰσραὴλ κατεσκεύασε, καθ᾽ ὃν ἐν τῷ ὄρει παρὰ Θεοῦ ἐδιδάχθη τύπον. Καὶ πάντα μὲν ἅγιά τε καὶ ἱερὰ τὰ καθ᾽ ἕκαστον ἐποίησεν, ὅσα τῷ περισχοινίσματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον τούτοις ἄδυτόν τε καὶ ἀνεπίβατον ἦν, Ἅγιον ἁγίων λεγόμενον. Τούτῳ τῷ παραδείγματι τῆς σκηνῆς καὶ Σολομὼν ᾠκοδόμησε ναὸν, οὐχὶ τῇ πολυτελείᾳ τῆς ὕλης μόνον, οὐδὲ τῇ ποικιλίᾳ τῆς τέχνης, ἀλλὰ καὶ τῷ σχήματι τῆς οἰκοδομῆς πάντας τοὺς ἐπὶ γῆς ναοὺς ἀποκρύπτοντα· ὥστε αὐτοὺς μηδέποτε εἰς ἐπιθυμίαν ἐλθεῖν τῶν παρὰ Αἰγυπτίοις. Καὶ ποιεῖ τὸν ναὸν πρὸς τὴν εἰκόνα τοῦ κόσμου παντὸς, τοῦ τε αἰσθητοῦ καὶ τοῦ νοητοῦ.

Καθάπερ γάρ ἐστι γῆ καὶ οὐρανὸς, καὶ μέσον διάφραγμα τὸ στερέωμα τοῦτο· οὕτω κἀκεῖνον ἐκέλευσε γενέσθαι ὁ Θεὸς, καὶ εἰς δύο διατεμὼν τὸν ναὸν τοῦτον, καὶ καταπέτασμα ἀφεὶς μέσον, τὸ μὲν ἔξω τοῦ καταπετάσματος πᾶσι συνεχώρησεν εἶναι βατὸν, τὸ δὲ ἔνδον, ἄβατον πᾶσι καὶ ἀθέατον, πλὴν τοῦ ἀρχιερέως μόνου, ὡς ὁ ἄγγελος ἐνετείλατο, λαλήσας τῷ Μωϋσῇ, εἰπεῖν τοῖς υἱοῖς Ἰσραήλ· Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ δεκάτῃ τοῦ μηνὸς, ταπεινώσατε τὰς ψυχὰς ὑμῶν· τοῦτ᾽ ἔστι, περὶ τῆς σκηνοπηγίας· τότε γὰρ ἐν τῇ σκηνοπηγίᾳ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων θυμιᾷν. Ἐν ταύτῃ οὖν τῇ ἑορτῇ τῆς σκηνοπηγίας εἰσῆλθε καὶ ὁ Ζαχαρίας θυμιᾶσαι κατὰ τὴν ἐφημερίαν αὐτοῦ, καὶ εἶδε τὸν ἄγγελον ἑστῶτα ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος· Καὶ ἐταράχθη Ζαχαρίας ἰδὼν, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν· εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται σοι χαρὰ καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐναντίον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ πίεται, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.

Καὶ αὐτὸς προπορεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.

Εἶδες ἐπαγγελίαν, προφητικὴν ὑπερβαίνουσαν δύναμιν; Αὕτη ἡ προφητεία τοῦ Ζαχαρίου ἔδησε καὶ ἔλυσε τὴν γλῶτταν· ἔδησε γὰρ, ἀπιστηθέντος τοῦ τόκου· ἔλυσε δὲ αὐτὴν, γενομένου τοῦ τόκου. Ὢ τοῦ θαύματος! Ἰωάννης ἐκ κοιλίας εὐαγγελιστὴς, ἐκ γαστρὸς θαυματουργὸς, τῆς ἐρημίας σύντροφος, καὶ τῶν ἀγγέλων ὁμοδίαιτος, ὁ μετὰ τὸν νόμον ἐν προφήταις, δεύτερος Ἠλίας, καὶ ἀληθέστατος κήρυξ, τῷ ζήλῳ τοῦ Πνεύματος τὴν πλάνην ἐξελαύνων, ὁ πρόδρομος καὶ βαπτιστὴς, ὁ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ὁ τοῦ Ζαχαρίου υἱὸς, καὶ τῆς στείρας τὸ βλάστημα, καὶ τῶν εὐχῶν τοῦ λαοῦ τέλειον αὐτούργημα· ὁ τῆς μετανοίας γνήσιος εἰσηγητὴς, καὶ πιστῶν συνήγορος ἐξομολογουμένων· ὁ τοῦ νόμου πλήρωμα, καὶ τῆς χάριτος ἀρχηγὸς, καὶ τῆς ἀσεβείας τῶν Ἰουδαίων ἔλεγχος· ὁ τῶν ἐπουρανίων δογμάτων βεβαιωτὴς, καὶ κριτὴς ἀδέκαστος τῶν τοῦ λαοῦ πταισμάτων· ὁ ἐκ στείρας ἀγόνου παρ᾽ ἐλπίδα τεχθεὶς, καὶ χάριτι τοῦ ἐκ τῆς πέτρας ὕδωρ ἐξαγαγόντος Χριστοῦ νυμφαγωγός· ὁ τῶν Ἰορδανείων ῥείθρων χαλιναγωγὸς, καὶ τῆς τῶν ἁμαρτωλῶν καθάρσεως πρεσβευτής· ὁ τοῦ ἀκαταλήπτου μυστηρίου προγνώστης, καὶ τῆς τοῦ ἀοράτου παρουσίας προφήτης· οὗτός ἐστιν Ἰωάννης ὁ κατ᾽ ἐπαγγελίαν τεχθεὶς τῷ Ζαχαρίᾳ ἐν γήρᾳ βαθυτάτῳ.

Ὢ τοῦ θαύματος! ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου σκιρτήματα, ἃ ἐμήνυσεν. Εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν, ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ἀλλὰ ποίαν ἡμεῖς τῷ δικαίῳ τὴν τιμὴν ἀποτίσωμεν, κυκλούμενοι πανταχόθεν τοῖς αὐτοῦ κατορθώμασιν;

Εὐαγγελίζεται γὰρ κυοφορούμενος, θαυματουργεῖ τικτόμενος, προκόπτει ἐν ταῖς ἐρήμοις ἀσκούμενος, τρέφεται τῷ Πνεύματι προαγόμενος, μεσιτεύει νόμῳ καὶ χάριτι, κηρύττει μετανοίας βάπτισμα, βαπτίζει τὸν Δεσπότην παραγενόμενον, θεωρεῖ βαπτίζων τῆς Τριάδος τὴν δόξαν, καὶ τὴν χάριν μαρτυρεῖ τῇ ἀληθείᾳ, βοῶν ὑποδείκνυσι τὸν προφητευθέντα, Δεσπότην ὁμολογῶν, καὶ αὐτοῦ ἰσχυρότερον· ὁδηγεῖ πρὸς αὐτὸν τοὺς πιστεύοντας, ἐκδιδάσκων τὸ συμφέρον τοῖς ὄχλοις· νουθετεῖ καὶ βαπτιζομένους τελώνας, ἐλέγχει καὶ τὸν Ἡρώδην παρανομοῦντα, δέχεται καὶ μακαριζόμενον τέλος. Ποίοις τοίνυν θαυμάσομεν λόγοις; ποίαν ἐν τούτοις κινήσομεν γλῶσσαν; τί τούτων παραλείπομεν, καὶ τί εἰπεῖν περὶ τούτων ἰσχύσομεν;