Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν σύλληψιν τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Το σκίρτημα του Ιωάννη, η γέννηση και η λύση της σιωπής του Ζαχαρία

Η θεολογική σημασία της σιωπής, το σκίρτημα του βρέφους στη μήτρα ως προφητική αναγγελία του Λόγου, η γέννηση, η ονοματοδοσία και η αποκατάσταση της φωνής του πατέρα του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργασαμένης! αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει. Ἐξελθὼν γὰρ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς· καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. Καλῶς γὰρ καὶ τὸ ἔμενεν ὁ εὐαγγελιστὴς συνεγράψατο· περιέμενε γὰρ ἡ σιωπὴ τικτομένην τὴν φωνὴν, ὁ Ζαχαρίας τὸν Ἰωάννην, ὁ πρεσβύτης τὸν παῖδα. Ὢ τοῦ θαύματος! λόγος ἐπιδημεῖ, καὶ ἡ φωνὴ προκηρύττει· Δεσπότης ἔρχεται, καὶ δοῦλος προαποστέλλεται. Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω, ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν; Ἔργα γάρ ἐστι πρῶτα, τούτων τῶν ῥημάτων ἀνώτερα. Ἔτι γὰρ ὁ Βαπτιστὴς οἰκῶν ἐν τῇ γαστρὶ τῆς μητρὸς, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλη[μμένος], κηρύγματι τὴν τοῦ Δεσπότου βοᾷ παρουσίαν· Ἐγένετο γὰρ, φησὶν, ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Οὔπω γεννᾶται, καὶ τοῖς σκιρτήμασι φθέγγεται· οὔπω βοᾷν συγχωρεῖται, καὶ δι᾽ ἔργων ἀκούεται· οὔπω μανθάνει τὸν βίον, καὶ τὸν Θεὸν προκηρύττει.

Ὄντως ἄλλοι κεκοπιάκασι, καὶ ἡμεῖς εἰς τοὺς κόπους αὐτῶν εἰσεληλύθαμεν· προεβόων οἱ προφῆται, καὶ οὐκ ἐσίγων τυπτόμενοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντιπαρετάττοντο τύραννοι· βασιλεῖς ἐπολέμουν· ὠργίζετο δῆμος· ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν προσήγοντο βήμασι, κἀκεῖθεν κατεξαίοντο ταῖς μάστιξι· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις. Ἀλλ᾽ ἐν τοιαύτῃ κατηφείᾳ βίου τυγχάνοντας λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμενος ὁ Ἰωάννης, δεδεμένος ἔτι τοῖς σπαργάνοις τῆς φύσεως, τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν· καὶ σπεύδων κηρῦξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοῦ, ἐβιάζετο τοὺς ὅρους τῆς φύσεως· βραδυτοκοῦσαν γὰρ τὴν Ἐλισάβετ ἐσόβει· ἐσκίρτα ὁμοῦ τε χορεύων καὶ δυσχεραίνων ἐφ᾽ οἷς ἐπὶ τῆς νηδύος κεκράτητο· τῆς περιόδου τῶν μηνῶν κατεβόα· ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσε, καὶ ἐβόα τοῖς σκιρτήμασι, τοιαῦτα πρὸς τὴν Ἐλισάβετ φθεγγόμενος· Ἀδικεῖς, ὦ μῆτερ, βραδυτοκοῦσα, τῆς οἰκουμένης τὴν χαρὰν συνέχουσα, καὶ τὸν πρόδρομον κωλύουσα· προφήτην ἐγγάστριον φέρεις, βασιλικὸν στρατιώτην κατέχεις· συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας· ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὸ μέλλον, ἀγνοεῖς τὰ ἐσόμενα.

Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατελεῖ ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος, καὶ χρεία τῆς φωνῆς, ἐγγὺς ὁ νυμφίος, καὶ δίκαιον ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ Ἰορδάνῃ· αἵματος χρεία ἐξαγοράζοντος τὸν κόσμον, καὶ χρή με πόῤῥωθεν τὸν ἀμνὸν ὑποδεῖξαι.

Σπαργανοῦται τὸ γένος ταῖς ἁμαρτίαις, ἦλθεν ὁ λύων τοὺς πεπεδημένους. Χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσι τῷ Δεσπότῃ· καὶ ἰδοὺ κρατεῖς ἐν μήτρᾳ τὸν πρόδρομον. Οὐκοῦν ἐννόησον, μῆτερ, τὸν Ἀδὰμ κρατούμενον ἐν τῷ ᾅδῃ, τῆς Εὔας τοὺς αἰωνίους στεναγμούς· ἔτι γὰρ κράζει τὸ αἷμα τοῦ Ἄβελ τὴν κατὰ τοῦ Κάϊν ἐντυγχάνον ἀναίρεσιν· συστενάζει αὐτῷ καὶ αὐτὰ τὰ στοιχεῖα. Διὰ τοῦτο πάντως ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκνίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας τὸν ἐκ παρθένου· διὰ τοῦτο ἐγὼ ἐν τῇ μήτρᾳ ἐσκίρτησα, ἵνα μηκέτι ὀρχήσηται ὁ διάβολος ἐν τῷ κόσμῳ. Τοιαῦτα μὲν οὖν μήπω τεχθεὶς ὁ Ἰωάννης πρὸς τὴν Ἐλισάβετ διὰ τῶν σκιρτημάτων ἐσήμανε· Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτὴν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο, ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.

Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Ἰωάννης κληθήσεται. Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό· καὶ αἰτήσας πινακίδιον, ἔγραψε, λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. Ἀμέλει τὸ βρέφος τίκτεται, καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτω γὰρ δείκνυται βοῶσα ἡ Ἰωάννου φωνὴ, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια πέφηνεν. Ἐγὼ γὰρ, φησὶ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου· εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Δεξάμενος γὰρ τὴν ἔλλαμψιν τοῦ ἁγίου Πνεύματος, ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι, καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πᾶσι μεγαλοφώνως βοῶν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.