Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων

Ἰωάννης ὁ Χρυσόστομος

Ο άγγελος της Εκκλησίας της Σμύρνης και η κοινωνική αντίθεση πλούτου και πενίας

Ερμηνεία του χωρίου της Αποκαλύψεως για τον άγγελο της τοπικής Εκκλησίας της Σμύρνης και εκτενής περιγραφή των κοινωνικών ανισοτήτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καθ᾽ ἑκάστην δὲ Ἐκκλησίαν ἐπέστησεν ἀγγέλους φύλακας ὁ Χριστὸς, ὡς ἀποκαλύπτων Ἰωάννῃ φησίν· Εἰπὲ τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας Σμύρνης· Οἶδά σου τὴν πενίαν καὶ τὴν θλίψιν· ἀλλὰ πλούσιος εἶ. Τί λέγεις, ὦ Δέσποτα; πλούσιός εἰμι, πένης ὤν; τί με διακένῳ πλουτίζεις ὀνόματι; Εἰ μὲν γὰρ πλούσιος, οὐ πένης· εἰ δὲ πένης, πῶς πλούσιος;

Πολλὴ γὰρ πλούτου καὶ πενίας ἡ διάστασις, ὡς αὐτὸς μαρτυρεῖς, χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὡρισμένος. Ὁ πλούσιος τὸν πτωχὸν ἀποστρέφεται, ὁ πτωχὸς τὸν πλούσιον ὑποβλέπεται. Ἐναντία τὰ πράγματα, ὁ βίος ἀνώμαλος. Ὁ μὲν γὰρ ἐπιστένει τοῖς πάθεσιν. ὁ δὲ ἐπικαγχλάζει ταῖς ἡδοναῖς· οὗτος ἄρτου τυχεῖν ἐπεύχεται, ἐκεῖνος ταῖς ἀδηφαγίαις ὑπερμαζᾷ· οὗτος οἴνου κοτύλης οὐκ εὐπορεῖ, ἐκεῖνος κραιπαλῶν καὶ καταντλούμενος ἐξερεύγεται τὴν μέθην· οὗτος ῥάκος περιβέβληται, ἐκεῖνος ποικίλοις περικεκόσμηται ἐσθήμασιν· οὗτος ἐπὶ ἐδάφους ἀγρυπνῶν ἔῤῥιπται, ἐκεῖνος ἐπὶ στρωμνῆς ὢν ῥέγχει τὴν τρυφὴν ὀνειροπολῶν· οὗτος κέρμα τι αἰτεῖ, ἐκεῖνος χρυσῷ κέχωσται. Ὁ γὰρ θησαυρίζων, μὴ διανέμων δὲ, ἐπέοικε πτωχῷ πλουσίαν ταφὴν ἀναμένοντι. Ἀλλ᾽ οὐδὲ τοῖς καιροῖς ἴσως χαίρουσι. Τῷ πτωχῷ μὲν γὰρ ὁ χειμὼν χαλεπὸς τὸ θάλπος οὐκ ἔχοντι, τῷ πλουσίῳ δὲ τὸ θέρος μοχθηρὸν ὑπὸ πλησμονῆς τὸ θάλπος οὐ στέγοντι.