Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν σύναξιν τῶν ἀσωμάτων

Ἰωάννης ὁ Χρυσόστομος

Η αντίθεση υλικού και πνευματικού πλούτου

Σύγκριση του βίου πλουσίων και πενήτων και η σημασία της ελεημοσύνης για την απόκτηση επουρανίων θησαυρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Τί με κενῷ πλουτίζεις ὀνόματι; Εἰ μὲν γὰρ πλούσιος, οὐ πένης· εἰ δὲ πένης, οὐ πλούσιος· πολλὴ γὰρ πλούτου καὶ πενίας διάστασις, ὡς αὐτὸς μαρτυρεῖς χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὁρισάμενος. Ὕπουλα τὰ πρόσωπα· ὁ πλούσιος τὸν πτωχὸν ἀποστρέφεται, ὁ πτωχὸς τὸν πλούσιον ὑποβλέπεται· ἐναντία τὰ πράγματα, ὁ βίος ἀνώμαλος· ὁ μὲν γὰρ ἐπιστένει τοῖς πάθεσιν, ὁ δὲ ἐπικαγχάζει ταῖς ἡδοναῖς· οὗτος ἄρτου τυχεῖν ἐπεύχεται, ἐκεῖνος ταῖς ἀδηφαγίαις 〈ὑπερμαζᾷ·〉 οὗτος οἴνου κοτύλης οὐκ εὐπορεῖ, ἐκεῖνος κραιπαλῶν τὴν μέθην ἐξερεύγεται· οὗτος ῥάκος περιβέβληται, ἐκεῖνος ἐν ποικίλαις 〈ἐσθήσεσι〉 περιτέρπεται· οὗτος ἐπὶ ἐδάφους ἀγρυπνῶν ἔρριπται, ἐκεῖνος ἐπὶ στρωμνῆς ῥέγχει τὴν τρυφὴν ὀνειροπολῶν· οὗτος κερμάτιον αἰτεῖ, ἐκεῖνος χρυσῷ κατακέχωσται· ὁ γὰρ θησαυρίζων, μὴ διανέμων δὲ ἔοικε πτωχῷ πλουσίαν ταφὴν ἀναμένοντι. Ἀλλ᾽ οὐδὲ τοῖς καιροῖς ἴσως χαίρουσι· τῷ πτωχῷ μὲν γὰρ ὁ χειμὼν χαλεπὸς τὸ θάλπον οὐκ ἔχοντι, τῷ πλουσίῳ δὲ τὸ θέρος μοχθηρὸν ὑπὸ πλησμονῆς τὸ θάλπος οὐ στέγοντι. Πῶς οὖν ὁ αὐτὸς πένης καὶ πλούσιος;

Ἀληθὴς ὁ λόγος· ἀλήθεια γὰρ ὁ φθεγγόμενος. Πένητές ἐσμεν διὰ τὴν ἔνδειαν τῶν χρημάτων, πλούσιοι δὲ διὰ τοὺς θησαυροὺς τῆς πίστεως. Ἄμεινον δὲ πένεσθαι τὰ βιωτικά, πλουτεῖν δὲ τὰ πνευματικά· τῶν μὲν γὰρ τὸ τέλος φθορά, τῶν δὲ τὸ κέρδος ἀναφαίρετον. Διὰ τοῦτό φησιν ὁ σωτήρ· «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, ὅπου κλέπται διορύσσουσι» καὶ τὰ ἑξῆς. Καλὸν οὖν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια πτωχοὺς τρέφοντας, ἀστέγους ξενίζοντας, ἀσκέπους περιβάλλοντας, χρεωφειλέταις ἀπολύοντας καὶ τὸ δάνειον εἰς θεὸν μεταφέροντας· «Ὁ ἐλεῶν πτωχόν, φησίν, δανείζει θεῷ.» Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες ἐπὶ τὸν κριτὴν τῶν ὅλων ἀναφέρουσιν· ὁ δὲ προστάττει λέγειν αὐτοὺς τῷ ἐργαζομένῳ τὸ ἀγαθόν· «Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ».