Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν σύναξιν τῶν ἀσωμάτων

Ἰωάννης ὁ Χρυσόστομος

Η λύτρωση από την αιχμαλωσία και η ολοκλήρωση της θείας Οικονομίας

Η επιστροφή των Ιουδαίων, η συνέχιση της αγγελικής διακονίας και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ἑβδομήκοντα χρόνους τὰ στυγνὰ περιγέγραπται. Ὡς πατὴρ ὁ θεὸς αὐτοὺς ἐπαίδευσεν· ἔπληξεν ἁμαρτάνοντας, ἐπιστρεφομένους οὐκ ἀποστρέφεται. Κἂν γὰρ αὐτοὶ συμφορῶν ὦσιν ἄξιοι, ἀλλ᾽ οὖν ὁ θεὸς τῶν πρὸς 〈Ἀβραὰμ〉 ἐπαγγελιῶν οὐκ ἐπιλέλησται, τὰς πρὸς τὸν 〈Δαυὶδ〉 συνθήκας οὐκ ἀθετεῖ· φυλάττει τοῦ γένους τὸ ζώπυρον, θάλπει τὸν σπινθῆρα τοῦ σπέρματος· οὐκ ἐλέγχει τῶν πνευματοφόρων τὰ στόματα. Παραγενέσθαι δεῖ τὸν προσδοκώμενον· πᾶσα φύσις κέχηνε διὰ τὴν 〈Ἡσαΐου〉 φωνὴν τὸ ξένον καραδοκοῦσα μυστήριον, ἰδεῖν ἀναμένει παρθένον ὠδίνουσαν· »Ἰδοὺ γάρ, φησίν, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν.» Ἐκείνης τῷ βρέφει καὶ 〈Πέρσαι〉 προσκυνήσουσιν· αἱ νοεραὶ δυνάμεις γόνυ κάμψουσι, καθάπερ εἶπεν ὁ 〈Δαυίδ·〉 Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.» Τί δεῖ πλείω λέγειν; Ὁ ἀρχιστράτηγος νικᾷ, φυγαδεύει τὸν ἀντίπαλον. 〈Ἰουδαῖοι〉 κατὰ τὸν ὡρισμένον χρόνον τῆς αἰχμαλωσίας ἀπηλλάγησαν, ὁ 〈Ζοροβάβελ〉 αὐτοὺς ἐπανήγαγεν ἀπόγονος ὢν τοῦ 〈Δαυίδ·〉 τὴν 〈Παλαιστίνην〉 ἀπέλαβον, ἀνῳκοδόμησαν τὸν ναόν, τὰς θυσίας ἀνεκαίνισαν. Ὀκτὼ καὶ τεσσαράκοντα καὶ πεντακοσίων παραδραμόντων ἐνιαυτῶν τίκτει παρθένος ἀνύμφευτος· τίκτεται βασιλεὺς ἀδιάδοχος· αὐτῷ μάγοι προσεκύνησαν 〈Περσῶν〉 ὄντες οὐκ ἀλλότριοι. Ἄγγελοι τὸν τόκον ἐδόξασαν· «Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.»

Βαπτίζεται Χριστὸς 〈εἰς〉 τὴν ἡμετέραν ἀπολύτρωσιν· καὶ προσελθόντες ἄγγελοι διηκόνησαν.

Ὑφίσταται πάθος θανάτου 〈καταλύσιμον·〉 καὶ πάλιν ἄγγελοι τὴν 〈νεκρεγερσίαν〉 μαρτύρονται τὸν ζῶντα μὴ ζητεῖν ἐν νεκροῖς ἀποτρέποντες. Ἀναλαμβάνεται πρὸς οὐρανούς· καὶ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἄγγελοι πάλιν χρηματίζουσιν· «Ἰδοὺ γάρ, φησίν, δύο ἄνδρες παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς» καὶ τὰ ἑξῆς. Αὐτὸν καὶ ἡμεῖς ἀναμένοντες τὰ λύχνα τῶν ψυχῶν ἡμῶν ἀναζωπυρήσωμεν τὸ πνευματικὸν ἔλαιον ἐπιστάζοντες, ἀνυστάκτοις καρδίαις τὸν βίον 〈διημερεύοντες,〉 ἀπαύστοις στόμασι τὸ κράτος τῆς τριάδος δοξάζοντες· ὅτι τὸ κράτος τοῦ θεοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.