Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν τριήμερον ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον εορτασμό της Αναστάσεως

Προτρεπτικός λόγος για την πνευματική χαρά της Αναστάσεως, τη συντριβή του άδη και την ελευθερία των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΕΙΣ ΤΗΝ ΤΡΙΗΜΕΡΟΝ ΑΝΑΣΤΑΣΙΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, Ὁμιλία. Χαίρετε ἐν Κυρίῳ πάντοτε, ἀγαπητοὶ ἀδελφοί· πάλιν ἐρῶ, χαίρετε· ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· ὁ Κύριος ἐκ νεκρῶν ἐγήγερται, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς ἁγίων. Ἑορτάσωμεν οὖν ἡδέως τε καὶ σωφρόνως· Αὕτη γὰρ ἀληθῶς ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· κηρύξωμεν τὴν τοῦ Σωτῆρος ἀνάστασιν, μᾶλλον δὲ τὴν ἡμετέραν βοήσωμεν σωτηρίαν· κηρύξωμεν τῆς σωτηρίου ἡμέρας τὴν ὑπόμνησιν· κηρύξωμεν τὴν νέκρωσιν τοῦ διαβόλου, τὴν τῶν ἀκαθάρτων δαιμόνων αἰχμαλωσίαν, τὴν τῶν Χριστιανῶν σωτηρίαν, τὴν τῶν νεκρῶν ἀνάστασιν. Διὰ γὰρ τῆς ἀναστάσεως τοῦ Χριστοῦ σβέννυται μὲν γέεννα πυρὸς, σκώληξ δὲ ἀκοίμητος τελευτᾷ· ᾅδης ταράττεται, πενθεῖ διάβολος, ἁμαρτία νεκροῦται, πνεύματα πονηρὰ διώκεται, οἱ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσιν, οἱ ἐν τῷ ᾅδῃ ἐλευθεροῦνται τῶν δεσμῶν τοῦ διαβόλου, καὶ Θεῷ προσφεύγοντες, λέγουσι τῷ διαβόλῳ· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον, Αἴτιος δὲ ἡμῖν τῆς ἁγίας ταύτης ἑορτῆς τε καὶ πανηγύρεως ὁ Χριστὸς, ὁ καὶ πάντων ἡμῖν τῶν καλῶν πρόξενος.