δʹ. Τί δέ φησιν ὁ τελώνης καὶ ὁ εὐαγγελιστὴς, ἀκούσωμεν. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος· καὶ ἰδοὺ γυνή. Θαυμάζει ὁ εὐαγγελιστής· Ἰδοὺ γυνὴ, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, ἡ τοῦ παραδείσου με ἐκβαλοῦσα. ἡ μήτηρ τῆς ἁμαρτίας, ἡ ἀρχηγὸς τῆς παραβάσεως, αὕτη ἐκείνη ἡ γυνὴ ἔρχεται, αὕτη ἡ φύσις· καινὸν θαῦμα καὶ παράδοξον· Ἰουδαῖοι φεύγουσι, καὶ ἡ γυνὴ καταδιώκει. Καὶ ἰδοὺ γυνὴ ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, παρεκάλει αὐτὸν λέγουσα· Κύριε, υἱὲ Δαυῒδ, ἐλέησόν με. Εὐαγγελίστρια γίνεται ἡ γυνὴ, καὶ τὴν θεότητα καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· Κύριε, τὴν δεσποτείαν· Υἱὲ Δαυῒδ, τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἐλέησόν με. Ὅρα φιλόσοφον ψυχήν. Ἐλέησόν με· οὐκ ἔχω κατορθώματα βίου, οὐκ ἔχω παῤῥησίαν πολιτείας· ἐπὶ ἔλεον καταφεύγω, ἐπὶ τὸν κοινὸν τῶν ἡμαρτηκότων λιμένα· ἐπὶ ἔλεον καταφεύγω, ὅπου δικαστήριον οὐκ ἔστιν, ὅπου ἀνεξέταστος ἡ σωτηρία· καίτοι οὕτω πονηρὰ οὖσα καὶ παράνομος, ἐτόλμησε προσελθεῖν. Καὶ ὅρα γυναικὸς φιλοσοφίαν· οὐ παρακαλεῖ Ἰάκωβον, οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρῳ, οὐδὲ διέτεμε τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ προσέρχομαι.