Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Χαναναίαν
Η στερέωση της Εκκλησίας και η παιδαγωγική αξία των πειρασμών
Εγκωμιάζεται η προθυμία των πιστών έναντι των επιβουλών και αναλύεται, μέσω του παραδείγματος του Ιώβ, ο καθαρτικός χαρακτήρας των θλίψεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η στερέωση της Εκκλησίας και η παιδαγωγική αξία των πειρασμών
Εγκωμιάζεται η προθυμία των πιστών έναντι των επιβουλών και αναλύεται, μέσω του παραδείγματος του Ιώβ, ο καθαρτικός χαρακτήρας των θλίψεων.
ΕΙΣ ΤΗΝ ΕΠΙΛΥΣΙΝ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας. αʹ. Πολὺς ὁ χειμὼν, ἀλλὰ τὴν προθυμίαν τῶν παραγενομένων οὐ διεκώλυσε· πολλοὶ οἱ πειρασμοὶ, ἀλλὰ τὸν πόθον ὑμῶν οὐκ ἐξέλυσαν. Οὐ παύεται ἡ Ἐκκλησία πολεμουμένη καὶ νικῶσα, ἐπιβουλευομένη καὶ περιγινομένη. Ὅσον ἄλλοι ἐπιβουλεύουσι, τοσοῦτον αὕτη αὔξεται· καὶ τὰ μὲν κύματα διαλύεται, ἡ δὲ πέτρα ἕστηκεν ἀκίνητος. Ἐν ἡμέρᾳ διδασκαλία, ἐν νυκτὶ παννυχίδες· ἡ ἡμέρα πρὸς τὴν νύκτα ἁμιλλᾶται· ἐκεῖ συνάξεις, καὶ ἐνταῦθα συνάξεις.
Ἡ νὺξ τὴν ἀγορὰν ἐκκλησίαν ἐργάζεται· ἡ δὲ προθυμία πυρὸς σφοδροτέρα. Οὐ δεῖσθε παραινέσεως, καὶ ἐπιδείκνυσθε τὴν σπουδήν. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν; Οὐ μόνον οἱ ὄντες οὐκ ἀπελείφθησαν, ἀλλὰ καὶ οἱ μὴ ὄντες προσεγένοντο. Τοιοῦτον τῶν πειρασμῶν τὸ κέρδος· καθάπερ γὰρ ὑετὸς εἰς τὴν γῆν κατιὼν διεγείρει τὰ σπέρματα, οὕτω καὶ ὁ πειρασμὸς εἰς τὴν ψυχὴν εἰσιὼν διεγείρει τὴν προθυμίαν.
Λόγος ἐστὶ τοῦ Θεοῦ· ἀκίνητος ἡ Ἐκκλησία· Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ὁ πολεμῶν ἑαυτὸν καταλύει, τὴν δὲ Ἐκκλησίαν ἰσχυροτέραν δείκνυσιν· ὁ πολεμῶν τὴν ἰσχὺν ἑαυτοῦ καταβάλλει, ἡμῶν δὲ λαμπρότερον ἐργάζεται τὸ τρόπαιον.
Ὁ Ἰὼβ ἦν καλὸς καὶ πρὸ τούτου· μετὰ δὲ ταῦτα βελτίων ἐφάνη. Οὐχ οὕτω καλὸς ἦν, ὅτε ἀσινὴς ἦν τὸ σῶμα, ὡς καλὸς ἦν ὅτε τῷ ἰχῶρι τῶν τραυμάτων ἐστεφανοῦ[ν]το. Μηδέποτε φοβηθῇς πειρασμὸν, ἐὰν ψυχὴν παρεσκευασμένην ἔχῃς. Οὐ βλάπτει ἡ θλίψις, ἀλλ᾽ ὑπομονὴν κατεργάζεται. Ὥσπερ γὰρ τὸ χρυσίον οὐ βλάπτει ἡ κάμινος, οὕτως οὐδὲ τὸν γενναῖον διαφθείρει ἡ θλίψις. Τί ποιεῖ ἡ κάμινος τῷ χρυσίῳ; Καθαρὸν ἀποτελεῖ. Τί ἐργάζεται ἡ θλίψις τῷ φέροντι; Τὴν ὑπομονήν. Ὑψηλότερον κατασκευάζει, ῥᾳθυμίαν περικόπτει, συνάγει τὴν ψυχὴν, σωφρονέστερον ποιεῖ τὸν λογισμόν. Ἐπήγαγον πειρασμὸν, ἵνα τὰ πρόβατα ἀπελάσωσι, καὶ τὸ ἐναντίον ἐξέβη· εἰσήγαγε γὰρ ποιμένα.
Ἐν τίσι τὰ ἡμέτερα; Ἐν εὐδοκιμήσει. Ἐν τίσι τὰ ἐκείνων; Ἐν αἰσχύνῃ. Ποῦ εἰσι τὰ ἐκείνων; Οὐδὲ φαίνονται. Τὴν ἀγορὰν περιέρχομαι, καὶ οὐδένα βλέπω. Φύλλα ἦν, καὶ ἀνέμου φυσήσαντος ἐξέπεσεν· ἄχυρα ἦν, καὶ ἀνεῤῥιπίσθη, καὶ ὁ σῖτος ἐφάνη ὥριμος· μόλυβδος ἦν, καὶ ἐτάκη, καὶ τὸ χρυσίον διέμεινε καθαρόν. Τίς αὐτοὺς ἐλαύνει; Οὐδείς· ἀλλὰ τὸ συνειδὸς πολέμιον ἔχουσι συνοικοῦντα μετὰ τὴν ἁμαρτίαν. Ἴσασι τί ἔπραξαν. Ἐπεὶ καὶ ὁ Κάϊν ἐβούλετο σφάξαι τὸν ἀδελφὸν αὐτοῦ· ἀλλ᾽ ὅτε ἐβούλετο σφάξαι, ἡ ἐπιθυμία ἤνθει· ἐπειδὴ δὲ τὴν ἁμαρτίαν εἰργάσατο, στένων καὶ τρέμων πανταχοῦ τῆς οἰκουμένης περιήρχετο. Οὗτοι δὲ, εἰ καὶ μὴ ἔσφαξαν τῇ πείρᾳ, ἀλλὰ ἔσφαξαν τῇ γνώμῃ. Ἡ σφαγὴ προεχώρησεν ὅσον κατὰ τὴν ἐκείνων πονηρίαν· ἡ δὲ ζωὴ συνεχωρήθη διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν.
Ταῦτα λέγω, τὴν προθυμίαν τὴν ὑμετέραν ἐπαλείφων, ἵνα μηδέποτε φοβηθῆτε πειρασμόν. Πέτρα εἶ; Μὴ φοβοῦ τὰ κύματα· Ἐπὶ γὰρ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, φησί. Ποτὲ ἔξωθεν οἱ πόλεμοι, ποτὲ ἔνδοθεν· ἀλλὰ οὐδεὶς καταποντίζει τὸ σκάφος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.