Εἰ ἐκ προοιμίων ἔλαβεν, ἀνεχώρει ἂν ταχὺ, καὶ τὸν θησαυρὸν αὐτῆς οὐκ ἂν ἠπίστατό τις. Διὰ τοῦτο ἀνεβαλόμην τὴν δόσιν, ἵνα ἅπασι δείξω τὴν πίστιν. Ὦ γύναι. Θεὸς λέγει, Ὦ γύναι. Ἀκουέτωσαν οἱ εὐχόμενοι μετὰ βαναυσίας. Ὅταν εἴπω τινὶ, Παρακάλεσον τὸν Θεὸν, δεήθητι αὐτοῦ, ἱκέτευσον αὐτὸν, λέγει· Παρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστόν· καὶ οὐκέτι οὐκ ἔλαβον. Μὴ ἀποστῇς, ἀδελφὲ, ἕως ἂν λάβῃς· τέλος αἰτήσεως, ἡ δόσις τοῦ αἰτουμένου. Τότε ἀπόστηθι, ὅταν λάβῃς, μᾶλλον δὲ μηδὲ τότε, ἀλλὰ καὶ τότε παράμενε. Κἂν μὴ λάβῃς, αἴτει ἵνα λάβῃς· ὅταν δὲ λάβῃς, εὐχαρίστησον, ὅτι ἔλαβες. Εἰσέρχονται πολλοὶ ἐν τῇ ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τί εἶπον· τὰ χείλη κινεῖται, ἡ δὲ ἀκοὴ οὐκ ἀκούει. Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις εἰσακοῦσαι τῆς εὐχῆς σου; Ἔκλινα, λέγεις, τὰ γόνατα· ἀλλ᾽ ἡ διάνοιά σου ἔξω ἐπέτετο· τὸ σῶμά σου ἔνδον τῆς ἐκκλησίας, καὶ ἡ γνώμη σου ἔξω· τὸ στόμα ἔλεγε τὴν εὐχὴν, καὶ ἡ διάνοια ἠρίθμει τόκους, συμβόλαια, συναλλάγματα, χωρία, κτήματα, φίλων συνουσίας. Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται. Πολλάκις κείμεθα ὕπτιοι ἐν κλίνῃ, καὶ οὐδὲν λογιζόμεθα· ἤλθομεν εὔξασθαι, καὶ μυρίοι λογισμοὶ, ἵνα ἐκβάλῃ ἡμᾶς κενούς.