Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου καὶ εἰς τὴν θεοτόκον καὶ εἰς τὸν Συμεῶνα

Ἰωάννης ὁ Χρυσόστομος

Η υποδοχή του Κυρίου από τον Συμεών και η αληθινή δόξα του Ισραήλ

Η έλευση του δικαίου Συμεών στο ναό, η θεολογική ερμηνεία του ύμνου της απολύσεως και η εκπλήρωση της υπόσχεσης περί δόξης του Ισραήλ μέσω της εκλογής των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Πόθεν δὲ Ἰουδαίοις ταύτην νοῆσαι δυνατὸν ἦν; σαρκικοὶ γὰρ ὑπάρχοντες, τὰ νοήματα τῆς πνευματικῆς παρακολουθήσεως πλεῖστον ὅσον ἀπέχουσι νοῆσαι. Εἶτα ἀνέρχονται τοῦ δοῦναι θυσίαν, Κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. Ἐγένετο δὲ καὶ ταῦτα τυπικῶς κατὰ τὸν νόμον, ἵνα μηδὲν ἐλλείψῃ εἰς συμπλήρωσιν τοῦ νόμου. Ταῦτα αἰνίγματά εἰσι νομικά· ἔλθωμεν δὲ εἰς τὴν εὐαγγελικὴν ἐξήγησιν· Καὶ ἰδοὺ ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος ἐκεῖνος δίκαιος καὶ εὐλαβής· καὶ ἦν Πνεῦμα Θεοῦ ἐπ᾽ αὐτόν. Οὗτος ἦν κεχρηματισμένος ὑπὸ τοῦ ἁγίου Πνεύματος μὴ πρότερον τελέσαι τὸν βίον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Πρεσβύτης ἦν ὁ Συμεὼν, καὶ ἐξεδέχετο τὴν εὐαγγελίαν· ἔμενεν ἐν τῷ ναῷ, ἔσω ἐκεῖνο λέγων παρ᾽ ἑαυτῷ· Ὅπου ἐὰν γεννηθῇ, πάντως ἐνταῦθα ἀπαντᾷ. Οὗτος ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν κατ᾽ ἐκείνην τὴν ὥραν, ὅτε οἱ γονεῖς τὸν παῖδα προσῆγον. Πολλάκις μὲν γὰρ ἤρχετο, ἀλλὰ κατ᾽ ἰδίαν πρόφασιν· τότε δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος χειραγωγηθεὶς εὐκαίρως ἔρχεται πρὸς τὴν ἀποπλήρωσιν τῆς ἐπαγγελίας. Οὗτος ἐδέξατο ἐν ταῖς ἀγκάλαις αὐτοῦ τὸν Ἰησοῦν, καὶ εὐλόγησε τὸν Θεὸν, καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Πόθεν ἀπολύεις; Ἐκ τοῦ βιωτικοῦ σκάμματος· λυπηρὰ γὰρ τὰ πράγματα, δεσμωτήριον ὁ βίος.

Ἐκεῖνος μὲν οὖν ἀπολυθῆναι ἤθελεν· εἴ τις δὲ ζημίαν ἡγεῖται τὴν ἐντεῦθεν ἀναχώρησιν, οὗτος οὐδέπω τέλειός ἐστιν τὴν πίστιν. Ὅμως ἔλεγε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Ὁ γὰρ μέλλων ποιεῖν εἰρήνην τῷ κόσμῳ παρεγένετο· ὁ εἰρηνοποιὸς ἐλήλυθεν, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, καὶ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, παραγέγονε. Συμεὼν βοᾷ· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, φησί. Τί ἐστιν ὃ λέγει; Πρότερον μὲν γὰρ ἐπίστευον τῇ διανοίᾳ, καὶ τῷ λογισμῷ ἐγίνωσκον· νῦν δὲ εἶδον καὶ οἱ ὀφθαλμοί μου· καὶ ὃ τῇ καρδίᾳ προσεδόκησα, ἰδοὺ εἶδον οἱ ὀφθαλμοί μου τετελειωμένον. Τί δέ; Εἶδον, φησὶ, τὸ σωτήριόν σου. Ποῖον; Ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, οὐ τοῦ λαοῦ τοῦ ἑνὸς, οὐδὲ τοῦ Ἰσραὴλ μόνον, ἀλλὰ κατὰ πρόσωπον πάντων τῶν λαῶν· καθολικῶς γὰρ ὁ τεχθεὶς διδάσκαλος. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Διὰ τί φῶς; Ἐπειδήπερ τὰ ἔθνη ἐν σκότει ὑπῆρχον· ἐπειδὴ τὰ ἐσκοτισμένα ἔθνη ἐφωτίζετο.

Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὧδε δόξα, κἀκεῖ ἀποκάλυψις· ἐκεῖ διδασκαλίας ἀρχὴ, ἐνταῦθα δὲ ἀκόλουθος μάθησις. Δόξαν λαοῦ σου Ἰσραήλ. Ἀλλὰ πάντως ἐρεῖ τις· Καὶ ποῦ εἰσὶν οἱ Ἰσραηλῖται; Ἔχεις Πέτρον, ἔχεις Παῦλον, ἔχεις Ἰωάννην, ἔχεις τοὺς τρισχιλίους, ἔχεις τοὺς πεντακισχιλίους, ἔχεις τὴν τῆς Ἱερουσαλὴμ Ἐκκλησίαν, ἔχεις τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας· ἐν γὰρ τοῖς πεπιστευκόσιν ἦν τὸ ἔθνος. Εἰ μὴ γὰρ ὁ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.

Καὶ γὰρ λέγει ὁ Θεός· Εἶτα κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Οὕτως ἐν τῷ λαῷ ἐφυλάττετο τὸ σπέρμα τῆς πίστεως, καὶ οὐκ ἀπώλετο ὅλος ὁ λαός· μὴ γένοιτο! οὐδὲ διεφθάρησαν πάντες οἱ Ἰουδαῖοι· ἐπειδὴ καὶ νῦν ἐν ταύτῃ τῇ μακαρίᾳ καταστάσει καὶ κλήσει πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Ἐκάλεσε γὰρ ὁ Χριστὸς πᾶσαν τὴν οἰκουμένην, καὶ παρεσκεύασε τὴν ἁγίαν τοῦ Εὐαγγελίου ἑστίασιν. Ἀλλ᾽ ὅταν ἔλθῃ ἐν τῇ δευτέρᾳ παρουσίᾳ, εἰσέρχεται καὶ ποιεῖ ἐκλογὴν, καὶ περιεργάζεται τοὺς ἀνακειμένους· κἂν εὕρῃ τῶν ἀνακειμένων τινὰ μὴ ἔχοντα ἔνδυμα γάμου, λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου, Καὶ ἀποβαλεῖ αὐτὸν, καθὼς ἠκούσαμεν ἐν τοῖς Εὐαγγελίοις. Ὥστε κἀκεῖ γέγονεν ἐκλογὴ, καὶ ἐνταῦθα γενήσεται ἐκλογή. Μὴ γὰρ ἐπειδὴ ἐκλήθημεν, ὀφείλομεν ἀπεντεῦθεν ἤδη αὐθαδιάζεσθαι, ὡς δὴ τὸ τέλειον κατεσχηκότες; τῶν γὰρ πρώτων τὸ πτῶμα, ἡμῶν ἀσφάλεια γενέσθω.