Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ὑπαπαντήν

Ἰωάννης ὁ Χρυσόστομος

Η προσφορά στον ναό, η ενσάρκωση του Λόγου και η εκπλήρωση του Νόμου

Θεολογική ανάλυση της συγκατάβασης του Χριστού, της ασπόρου συλλήψεως, της πενίας της Παρθένου και του ρόλου του Κυρίου ως αληθινού αμνού έναντι των αιρετικών κακοδοξιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ἐὰν δὲ ἀκμὴν ἀμφιβάλλῃς ὅτι οὐ πάντως κατὰ τὸν νόμον ἡ παρθένος ἐποίησεν, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής· “Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωσέως, ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου· ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται”.

Ἴδε οὖν αὐτὸς πείθει ἡμᾶς ὁ εὐαγγελιστής· ἐτέλεσε τὰς τεσσαράκοντα ἡμέρας κατὰ τὸν νόμον Μωυσέως. Καὶ τότε “ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ”, τουτέστι τῷ πατρί, τὸν μηδέπω χωρισθέντα τοῦ πατρός· “ἀνήγαγον παραστῆσαι τῷ Κυρίῳ” τὸν Κύριον πάντων τῶν αἰώνων· “ἀνήγαγον παραστῆσαι” τὸν σύνθρονον τοῦ πατρός, ᾧ τὰ Χερουβὶμ παρίστανται μετὰ φόβου· “ἀνήγαγόν” φησιν ὁ εὐαγγελιστὴς “παραστῆσαι τῷ Κυρίῳ καθὼς γέγραπται ἐν νόμῳ Κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται”.

Διατί δὲ ἄρα τὸ τοῦ νόμου ἐποιεῖ ὁ Κύριος ἐλθών; ἵνα παραγάγῃ τὸν νόμον, ἴδιον γὰρ τῆς τοῦ θεοῦ σοφίας καὶ προγνώσεως τοῦτο. Ἀπέκλειε γὰρ διά τε τῶν γραμμάτων, διά τε τῶν λόγων, τὰς αὐτῶν κακονοίας, λέγων “Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἀλλὰ πληρῶσαι τοῦτον”.

Οὐδὲ γὰρ ὤκνησαν οἱ Ἰουδαῖοι κατηγορίας ἐφευρίσκειν κατὰ τοῦ Κυρίου, διὸ καὶ τὰ τοῦ νόμου ἐντάλματα ποιῶν, καὶ οὕτως ὑπ᾽ αὐτῶν ἠτιμάζετο. Εἰ δὲ τὰ τοῦ νόμου μὴ ἐποίει, τίς ἄρα ἐπέκλειεν αὐτῶν τὰ ἀναίσχυντα στόματα τοιαῦτα μελλόντων λέγειν, ὅτι ἐξ ἀτονίας τινὸς μὴ ἰσχύων τὰ τοῦ νόμου ποιεῖν κελεύσματα, ἄλλον τινὰ ἐφευρίσκει ἐλαφρὸν νόμον κηρύττειν, μὴ ἰσχύων αὐτὸς τὰ τοῦ νόμου ποιεῖν ἢ πράττειν; Ὅμως μέντοι οὐκ ἐξακολουθεῖ τοῖς λόγοις αὐτῶν, ἐπειδὴ πολλὰ τῆς σωτηρίας καὶ τῆς οἰκονομίας ἡμῶν ἕνεκεν ἐποιεῖ μυστήρια· ὅμως ἔσπευδε κἀκείνων τὴν σωτηρίαν ἐπισπάσασθαι καὶ πρὸς ἡμᾶς ἐκπληρῶσαι τὸ τῆς οἰκονομίας μυστήριον. Τὸ γὰρ πράττειν αὐτὸν τὰ τοῦ νόμου οὐδὲν ἑτερόν ἐστιν ἢ ἵνα πλήρωμα δῷ τῷ νόμῳ, τῆς δὲ χάριτος ἄρξηται διδόναι τὰς δωρεάς. †Οὐ μὴν δὲ τοῦτο μόνον† τύπον καὶ σκιὰν εἶναι τῶν ἀληθινῶν πραγμάτων τῆς χάριτος. Καὶ ἀνέλαβεν ὁ θεὸς λόγος ἐν τῇ οἰκείᾳ σαρκὶ τὰ τοῦ νόμου καὶ κλείσας νόμον ἤνοιξε διὰ τῆς οἰκείας εὐσπλαγχνίας τὰ τῆς δωρεᾶς χαρίσματα. Τοίνυν θαυμάσωμεν τοῦ Παύλου βοῶντος· “Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνιάστοι αἱ ὁδοὶ αὐτοῦ”. Καὶ ὁ Χριστὸς βοᾷ· “Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι”.

Ἀληθῶς γὰρ ἦλθεν ὁ τοῦ θεοῦ καὶ πατρὸς υἱὸς ἀναδέξασθαι ἐν τῇ οἰκείᾳ σαρκὶ τὰ τοῦ νόμου, οὐκ ἄνωθέν ποθεν κατενέγκας τὴν σάρκα, ἀλλ᾽ εἰσελθὼν ἐν τῇ μήτρᾳ τῆς παρθένου καὶ σαρκωθεὶς ἐξ αὐτῆς· οὐ προϋπάρξαντος βρέφους, ἀλλὰ μετὰ τὸ εἰσελθεῖν ἐν τῇ κοιλίᾳ αὐτῆς τότε ἐκ τῶν τῆς παρθένου μελῶν σαρκωθεὶς ἄνευ σπορᾶς. Ἡ δὲ παναγία παρθένος ἐκ πνεύματος ἁγίου συλλαβοῦσα τοῦτον, ὃν τὰ σύμπαντα χωρῆσαι οὐκ ἠδύναντο, ἔτεκεν αὐτὸν σαρκωθέντα. Ὢ τοῦ φοβεροῦ καὶ φρικτοῦ μυστηρίου τὸ θαῦμα· τίς ἀκούσας οὐκ ἐκπλάγει; τίς ἐννοήσας οὐ θαυμάσειεν; ὅτι ὃν τὰ σύμπαντα οὐκ ἐχώρησε μήτρα παρθενικὴ ἐχώρησεν.

Ἐπεὶ οὖν ἔχει ὁ νόμος ἀμνὸν ἐνιαύσιον συνεισφέρειν τὴν τικτοῦσαν εἰς ὁλοκαύτωσιν, καὶ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, τὸν μὲν ἀμνὸν οὐ συνεισήγαγε, διὰ τὸ μὴ ἔχειν κατὰ χεῖρας. Ὄντως γὰρ καὶ ὁ νόμος λέγει· “Ἐὰν δὲ μὴ εὐπορῇ ἡ χεὶρ αὐτῶν, συνοίσουσι δύο τρυγόνας ἢ τοὺς δύο νεοσσοὺς τῶν περιστερῶν”. Εἶδες ποῦ θεὸς ἐνῴκησεν ὁ μόνος πλούσιος; ὁρᾷς εἰς ποίαν πενίαν καὶ πτωχείαν κατῆλθε; καὶ τοιαύτην πενίαν ὥστε μηδὲ ἑὼς ἀμνοῦ εὐπορεῖν τὴν παρθένον; γνῶθι οὖν ποῦ θεὸς ἐνοικεῖ, οὐκ εἰς πολύπλουτον γυναῖκα χρήμασι βεβυθισμένην, ἀλλ᾽ εἰς πλοῦτον ἐναρέτου ψυχῆς. Οἱ γονεῖς δὲ οἱ καθ᾽ ἡμᾶς, ἡνίκα ἂν μέλλωσι τοὺς ἰδίους παῖδας γυναικὶ συζεῦξαι, ἐρευνῶσι ποῦ τίς κόρη ἐστὶ πλουσία ἔχουσα χρημάτων ὄγχους, εἶτα εἰ ἔστιν εὔοπτος καὶ περικαλλής, καὶ οὐκ ἐξερευνῶσιν εἰ ἔστι σώφρων ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ πλοῦτον τὸν ἀεὶ ἀναπτεροῦντα τὰς ψυχὰς τῶν νέων, καὶ τὴν εὐοψίαν τὴν εὐόλισθον, ἥτις μετὰ μικρὸν θρήνους τῷ ἀνδρὶ προξενεῖ. Μιμησώμεθα οὖν τὸν Κύριον καὶ δεσπότην τὸν δι᾽ ἡμᾶς πτωχεύσαντα, καὶ πάντα ποιήσαντα εἰς τύπον καὶ σωτηρίαν ἡμῶν. Ἡ οὖν μακαρία Μαρία ἡ θεοτόκος ὑπὲρ πάσαν φύσιν ἀνθρωπίνην τὴν σωφροσύνην ἐφύλαξε, καὶ διὰ τοῦτο τὸν Κύριον ἐν γαστρὶ συνέλαβεν.

Εἰ δὲ ἦν που τίς ἄλλη παρθένος ὑπὲρ ταύτην τὴν παρθένον τῇ σωφροσύνῃ κεκοσμημένη, πάντως ἂν αὐτὴν παραγαγὼν ὁ Κύριος εἰς αὐτὴν ἐνῴκει.

Ἐπειδὴ οὖν αὐτὸς ἦν ὁ ἀμνὸς ὁ θυόμενος ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ὁ ἀμνὸς ὁ ἄμωμος καθὼς καὶ Ἰωάννης ἀμνὸν αὐτὸν ἐκελάδει, οὐ χρεία ἦν ἀμνοῦ ἑτέρου. Ἀληθῆ γὰρ τὰ Παύλου ῥήματα· “ἀδύνατον γάρ”, φησιν, “αἷμα τράγων καὶ ταύρων ἀφελεῖν ἁμαρτίας”. Περὶ δὲ τῆς τοῦ ἀμνοῦ σφαγῆς οὕτως βοᾷ ὁ συγκορυφαῖος τοῦ Παύλου Πέτρος λέγων· “Οὗ τῷ μώλωπι αὐτοῦ ἰάθημεν”. Ἐπεὶ οὖν αὐτὸς ἦν ἀμνὸς ὃν διὰ τῶν γραμμάτων προετύπου ὁ νόμος, τίς χρεία ἀμνοῦ ἑτέρου αὐτοῦ τοῦ ἀληθινοῦ εὑρισκομένου.

Τίνα οὖν δέοι λαβεῖν τὰς δύο † διαθήκας †; τὴν μὲν γὰρ μίαν προστάττει ὁ νόμος εἰς ὁλοκαύτωσιν προσφέρεσθαι, τὴν δὲ ἑτέραν ὑπὲρ ἁμαρτιῶν. Εἰ δὲ βούλεσθε, μετενέγκωμεν αὐτὸ εἰς τὸ τῆς οἰκονομίας μυστήριον. Ἀληθῶς γὰρ ἐσταυρώθη ὁ τοῦ θεοῦ λόγος, ἐν τῇ οἰκείᾳ σαρκὶ τὰς διατρήσεις λαμβάνων τῶν ἥλων καὶ θυόμενος, κατὰ δὲ τὴν θεότητα τὴν ἄφεσιν τῶν πταισμάτων τοῖς πᾶσι χαριζόμενος. Εἰ δέ τις ἀμφιβάλλοι ὅτι εἶπον· Ὁ θεὸς ἐσταύρωται ἐν σαρκὶ, ἐγὼ οἶδα τὸν ἐπὶ τοῦ σταυροῦ τὸν ἥλιον σκοτίσαντα, καὶ τοὺς νεκροὺς ἐγείραντα ἐκ τῶν μνημάτων, καὶ αὐτοῦ νεκρουμένου τὸ καταπέτασμα σχιζόμενον καὶ τὴν πλευρὰν νυττομένου, καὶ τὴν κεφαλὴν κλίναντος, τὸν θάνατον ἀπολλύμενον, τὰς διατρήσεις τῶν ἥλων λαβόντα, καὶ τὸν ἑκατόνταρχον βοῶντα· “Ἀληθῶς υἱὸς θεοῦ ἐστὶν οὗτος”. Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες ὅτι οὐκ ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ; ὁ ἄπιστος πιστεύει, καὶ οἱ δοκοῦντες πιστεύειν ἀπιστοῦσι τὴν περὶ αὐτῶν οἰκονομίαν, μᾶλλον δὲ τὴν ὑπὲρ ὅλου τοῦ κόσμου γενομένην ἀθετοῦσιν.