Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ὑπαπαντήν

Ἰωάννης ὁ Χρυσόστομος

Η συνάντηση με τον δίκαιο Συμεών, οι προφητείες και η ηθική προτροπή

Η υποδοχή του βρέφους από τον Συμεών, η προφητεία του για τον σταυρό και τη ρομφαία της Θεοτόκου, καθώς και προτροπές για μετάνοια και αποφυγή των κοσμικών ηδονών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Ἐλευσώμεθα δὴ πρὸς τὸν Συμεὼν τὸν τοσούτῳ πόθῳ κρατούμενον εἰς τὴν τοῦ Κυρίου ἀγάπην, οὗ θεωρήσασα τὸ θερμὸν τῆς πίστεως ἡ τοῦ πνεύματος χάρις διεβεβαιώσατο αὐτὸν “μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν Κυρίου”. Καὶ γὰρ δοκεῖ μοι θεωρεῖν αὐτὸν καθεζόμενον ἐν Ἱερουσαλὴμ καὶ ἀναμένοντα τὸν Κύριον Ἰησοῦν τὸν αὐτῷ προσδοκώμενον. Καὶ †ἀναβαίνοντα† εἰς Ἱεροσόλυμα τῆς τε παναγίας παρθένου καὶ τοῦ ταύτης υἱοῦ καὶ θεοῦ ἡμῶν, νυχθεὶς ὁ Συμεὼν ὑπὸ τῆς τοῦ πνεύματος χάριτος ὅτι ὅντινα ζητεῖ ἐν τῷ ἱερῷ ἐστίν, ἀναστὰς ἔτρεχεν ἐπὶ τὸ ἱερόν. Καὶ ὅρα μοι αὐτόν, ἀγαπητέ, τὰς χεῖρας προπέμποντα καὶ ὅλον ἑαυτὸν ἐκδιδόντα πρὸς δρόμον. Ἦν γὰρ ἰδεῖν γέροντα ἀγωνιῶντα καὶ τοὺς πόδας καταναγκαζομένους τοῦ τρέχειν καὶ μὴ δυναμένους κατακολουθεῖν τῇ προθυμίᾳ τῆς ψυχῆς· καὶ ἐπληροῦτο ἐν αὐτῷ τὸ λόγιον τὸ φάσκον. “

Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου”, “Καὶ ἦλθε”, φησίν, “ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ τοὺς γονεῖς εἰσαγαγεῖν τὸ παιδίον εἰς τὸ ἱερὸν τοῦ ποιῆσαι †αὐτοῖς† κατὰ τὸ εἰθίσμενον τῷ νόμῳ, καὶ αὐτὸς” δραμὼν ἐπεσπάσατο αὐτὸν, πρὸς ἑαυτὸν δὲ “δεξάμενος εἰς τὰς ἀγκάλας αὐτοῦ” ἀνεφώνησε λέγων “Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ”. ‘Πορεύομαι γὰρ ἀπὸ τοῦ νῦν τοῖς εἰς τὸν ᾅδην εὐαγγελίσασθαι ὅτι ἐτέχθη ὁ τὸν θάνατον λύων’. Καὶ πῶς ἐτόλμησας, ὢ Συμεών, θεὸν βαστάσαι, ὃν τὰ Χερουβὶμ τρέμει; εἰκότως φησί· “Διὰ τοῦτο ἐνηνθρώπησεν, οὐχ ἵνα μόνον ὑπ᾽ ἐμοῦ βασταχθῇ, ἀλλ᾽ ἵνα καὶ ὑπὲρ ἐμοῦ σταυρωθῇ. Πορεύομαι δὲ δεῖξαι τοῖς ἐν ᾅδῃ τὰς ἐμὰς ἀγκάλας μαρτυρούσας τοῖς ἐμοῖς λόγοις διὰ τῶν πραγμάτων καὶ ἀσφαλῆ τὰ εὐαγγέλια βεβαιῶν. Οὐκ ἔτι δειλιῶ τὸν θάνατον, νῦν γὰρ μετὰ χαρᾶς πορεύομαι, ἐμοῖς ὀφθαλμοῖς θεωρῶν τὴν ἀνάστασιν· ἐκεῖ γὰρ περιμένω αὐτὸν ἔρχεσθαι κἀκεῖθεν ἐγείρας με μετὰ πάντων ἀτελεύτητον ζωὴν χαρίσηται”.

Καὶ βλέπε τὴν τούτου μεγαλοφροσύνην προαναφωνοῦντα τὰ τοῦ Παύλου λόγια· ἐκεῖνος γάρ φησιν· “ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ”. Τουτέστιν ἐπάρας τὸ μεσότοιχον τοῦ φραγμοῦ, ὅ ἐστι νόμος· φραγμὸς γὰρ τῶν Ἰουδαίων ὁ νόμος λέγεται διὰ τὸ μὴ συγχωρεῖν τὸν Ἰουδαῖον εὑρίσκεσθαι μετὰ ἐθνικοῦ. Ἐπειδὴ οὖν ἐλθὼν ὁ Κύριος ἦρεν αὐτὸν καταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ ἐποίησε τὰ ἀμφότερα ἕν, τά τε τῶν Ἰουδαίων γένη καὶ τὰ τῶν ἐθνῶν πλήθη εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ, καὶ μίαν καὶ τὴν αὐτὴν χάριν τοῖς πᾶσι ἐδωρήσατο. Διὰ τοῦτο φησὶ καὶ ὁ Συμεὼν “Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ”.

Ὢ πολιὰ φρονήσει συμπεπλεγμένη, ὢ γῆρας βίῳ ἀκηλιδότῳ λαμπρυνόμενον· ὢ προφήτης ἄριστος, δοχεῖον τοῦ ἁγίου πνεύματος γεγονώς. Τοῦτον μιμήσασθε, ὅσοι τῷ βίῳ προέβητε· οὗτος γὰρ τὸν Κύριον ὑπεδέξατο· οὐδὲν δὲ κωλύει καὶ ἡμᾶς θρόνους εἶναι τοῦ ἁγίου πνεύματος, ἐὰν τούτου τὸν βίον μιμησώμεθα. Καὶ πῶς ἄρα γένοιτ᾽ ἂν τοῦτο, ἐν μέθαις καὶ ἐν θεάτροις καὶ κύβοις διημερευόντων ἡμῶν, ἐν ᾧ “τῆς ἀσωτίας ἡ ἀνάχυσις” γίνεται. Ὁ Συμεὼν ταῦτα οὐκ ἔπραττεν, ἀλλὰ τοὐναντίον. Σὺ μὲν γὰρ τρέχεις ἐν μέθαις καὶ κύβοις, αὐτὸς δὲ ἐν τῷ ἱερῷ· σῦ τὰ θεάτρα περισκοπεῖς, οὗτος δὲ εἰς θεωρίας πνευματικὰς ἐσχόλαζε· σὺ πρὸς ἐπιθυμίαν αἰσχρὰν τὸν νοῦν αἰχμαλωτίζεις, οὗτος δὲ ὡς γενναῖος ἀθλητὴς πρὸς τὰ τοιαῦτα ἀντεπάλαιε.

Μὴ αἰσχύνου ἐλεγχόμενος ἀλλὰ μᾶλλον κατανύγηθι ἀκούων. Εἰ γὰρ βούλει τὸ γραμματεῖον τῆς ἀφέσεως τῶν ἁμαρτιῶν λαβὼν οὕτως ἐντεῦθεν ἐξελθεῖν, μὴ προβάλλου μοι ὄκνον, ἀλλὰ δὸς θερμῇ τῇ ψυχῇ σεαυτὸν στενάξας πικρῶς ἐφ᾽ οἷς ἔπραξας, καὶ καθομολογήσας τῷ δεσπότῃ μηκέτι τοῖς αὐτοῖς εὑρίσκεσθαι. Ἔκτοτε ἀσφαλῶς ἔχε, ὅτι καὶ σὺ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τὴν δωρεὰν ἔλαβες, καὶ μηδέπω ἀπογνῷς σεαυτόν. Οὐ χαλεπὸν ἡ ἁμαρτία ὡς χαλεπὸν ἡ ἀπόγνωσις. ‘Ἀλλὰ πλειστάκις’, φησί, ‘πτάισας μετενόησα, καὶ πάλιν τοῖς αὐτοῖς περιέπεσα, καὶ τί ποιῆσαι οὐκ οἶδα· καὶ τοῦτο λογίζομαι, ὅτι ἀπέστραπταί μοι ὁ θεός’. Ἄκουσον, ἀγαπητέ, περὶ τούτου. οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται ἢ ἐκ τοῦ μὴ τῆς γραφῆς σε ἀκουέιν μηδὲ σχολάζειν σε τῇ ἐκκλησίᾳ τῇ λεγούσῃ· “Θεὸς κακῶν ἀπείραστος· ἕκαστος γὰρ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος”. Μικρὸν γὰρ ἄρτι κλαυθμυρίζων, καὶ μετὰ τὸ ἐξιέναι σε τῆς ἐκκλησίας μηκέτι μνημονεύων τῶν παραινέσεων ὧν ἀκήκοας, ἀλλὰ πρὸς μετεωρισμοὺς σεαυτὸν ἐκδούς, πῶς οὐχὶ ἄρα παραπτώματι περιπέσῃς, εἰπέ μοι;

Ἀλλὰ κάτεχέ μου τοὺς λόγους, καὶ σχόλαζε τῇ εὐχῇ, τῇ εὐποιΐᾳ δαψιλῶς κεχρημένος, καὶ μετὰ ὁσίων ἀνδρῶν διάγων, μηκέτι πρὸς ἀδηφαγίαν σεαυτὸν ἐκδῷς· μὴ ῥεμβέσθω ὁ ὀφθαλμός σου ἄκαιρα· μὴ λογιζέτω ἡ καρδία σου κενὰ καὶ μάταια· κέκτησο τὴν ταπείνωσιν· αὔξανον πρὸς τὴν ἀγάπην· “τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, πάρεχε αὐτῷ καὶ τὴν ἑτέραν”· ἀγγαρευόμενος προστίθει· “μὴ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας”· μηκέτι ὅρκος διὰ τοῦ στόματός σου διερχέσθω, ἀλλὰ βόα μετὰ τοῦ Παύλου· “Ἐσταύρωμαι τῷ κόσμῳ καὶ ὁ κόσμος ἐμοί”. Ἔχε τοίνυν ἀσφαλεῖς τὰς παραδόσεις τῶν ἁγίων ἀποστόλων καὶ τῶν πατέρων, ταῖς ἀναγνώσεσι τῶν θείων γραφῶν σχόλαζε· ἀσφαλῆ καὶ ἑδραῖα καὶ ἀμετακίνητα τὰ θεῖα λόγια φύλασσε ἐν τῇ καρδίᾳ σου. Τότε οὖν πεπεισμένος ἔσο ὅτε καὶ τὴν συγχώρησιν τῶν πταισμάτων εἴληφας.

Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἠγνόησας τὸν δεσπότην, καὶ τὰς ἐναντίας δυνάμεις ἐφαίδρυνας τῇ ἀπωλείᾳ σου, σπούδασον κἂν ἀπὸ τοῦ νῦν μακροθυμήσαντα ἐπὶ σοὶ τὸν δεσπότην τὸν γνώριμόν σε γενέσθαι πρὸς αὐτὸν διὰ μετανοίας, καὶ τοὺς μηδέποτε χαροποιηθέντας ἀγγέλους ἐπὶ σοὶ νῦν διὰ τῆς πρὸς τὸν δεσπότην ἐπανόδου χαροποίησον· εὐφροσύνην ποίησον ἐν τῷ οὐρανῷ, καὶ ἀσφάλισαι σεαυτόν, μηκέτι τοῖς αὐτοῖς εὑρισκόμενος· ἐπεὶ σὺ λογισθήσῃ καθάπερ “κύων ἐπιστρέφων ἐπὶ τὸν ἴδιον ἔμετον”, ἵνα μὴ ἀκούσῃς καὶ σὺ τοῦ ἀποστόλου Πέτρου βοῶντος· “Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνόντας εἰς τὰ ὀπίσω ἐπανακάμψαι πάλιν ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς”. Λαβὼν οὖν τὴν ἄφεσιν τῶν πταισμάτων καὶ τὴν λαμπρὰν ἐσθῆτα τῆς σωφροσύνης, καρπίζον τὰς τοῦ παραδείσου τρυφάς, θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν, ὅτι ἐν ποίᾳ δυσωδίᾳ τῶν ἔργων καὶ ἀμαυρότητι ψυχῆς εἰσῆλθες ἐνταῦθα, καὶ πῶς εὐώδης καὶ λαμπρὸς κατέστης διὰ τῆς μετανοίας καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν λαβὼν ἐξέρχῃ.

Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μὴ ῥυπῶσαι τὴν στολὴν τὴν νυμφικήν, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῆς μετανοίας λαμπρῦναι αὐτήν. Εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Τί γάρ φησιν ὁ δίκαιος Συμεὼν πρὸς τὴν ἄχραντον παρθένον; “Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία”. Τίνα ἄρα λέγει εἶναι τὴν ῥομφαίαν ἢ πάντως τὰς προσβολὰς τοῦ ἐχθροῦ; Καὶ ποῦ, φησίν, ἡ παρθένος ἐδέξατο ῥομφαίαν; ὅτε ἐπὶ τοῦ σταυροῦ παρειστήκει.

Καὶ πῶς ἄρα ταύτην ἐδέξατο; πῶς; ἐγὼ λέγω· ἐννοήσασα τοιγαροῦν ἡ μακαρία παρθένος τὸ ἑαυτῆς ἄφθαρτον κύημα καὶ τῶν σημείων αὐτοῦ τὰς ἰάσεις, καὶ τῆς διδασκαλίας τὰ ἀπόῤῥητα μυστήρια, ἔγνω αὐτὸν ἀληθῶς εἶναι Θεόν· ἰδούσα δὲ αὐτὸν ὕστερον κρεμάμενον ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ, τότε ἐδέξατο τὴν ῥομφαίαν ἐν τῇ ψυχῇ, καθώς φησιν ὁ Συμεών· “Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία”. Οὐκ εἶπεν “ἐμμείνῃ” ἀλλὰ “διελεύσεται”. Ἐπεὶ οὖν μετὰ μικρὸν ὕστερον εἶδε τὸ καταπέτασμα σχιζόμενον, τὰς πέτρας ῥηγνυμένας, τοὺς νεκροὺς ἐγειρομένους, ἀποβαλοῦσα εὐθέως τὸ βέλος ἔγνω τὸ τῆς οἰκονομίας μυστήριον. Ἴδε οὖν διῆλθε, καὶ οὐ διέμεινε.