Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ὑπαπαντήν

Ἰωάννης ὁ Χρυσόστομος

Εξύμνηση της Θεοτόκου και καταληκτήρια δοξολογία

Αναφορά στο ασύγκριτο μεγαλείο και τις ιδιότητες της Παρθένου, απεύθυνση χαιρετισμών, αίτημα για μεσιτεία και η τελική δοξολογία της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Προσδραμόντες οὖν ἅπαντες πρὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον, τὸ κέρδος ληψώμεθα· ὅσοι παρθένοι νῦν τῇ μητρὶ τοῦ Κυρίου σχολάσατε. Αὕτη γὰρ ὑμῶν ἐστὶ τοῦ καλοῦ τούτου καὶ ἀφθάρτου κτήματος πρόξενος.

Μέγα γὰρ ὄντως τῆς παρθένου τὸ θαῦμα· τί γὰρ μεῖζον τῶν ὄντων εὑρεθήσεταί ποτε; τῆς γὰρ γῆς καὶ τοῦ οὐρανοῦ πλατυτέρα αὕτη μόνη ἐφάνη· τίς γὰρ ταύτης ἁγιωτέρα γέγονεν; οὐ προπατόρες, οὐ προφῆται, οὐκ ἀπόστολοι, οὐ μάρτυρες, οὐ πατριάρχαι, οὐ πατέρες, οὐκ ἄγγελοι, οὐ θρόνοι, οὐ κυριότητες, οὐ τὰ Σεραφίμ, οὐ τὰ Χερουβίμ, οὐκ ἄλλο τι τῶν τε ὁρατῶν καὶ ἀοράτων ἐν ποιήμασιν οὐ μεῖζον ταύτης εὑρίσκεται. Δούλη τυγχάνει καὶ θεοτόκος, παρθένος ἐστὶ καὶ μήτηρ.

Καὶ μηδεὶς ἀμφιβάλλῃ λέγων· πῶς δούλη καὶ θεοτόκος; ἢ πῶς παρθένος καὶ μήτηρ; πίστει δέξαι, ἄνθρωπε, καὶ μὴ ἀμφίβαλλε τοῖς λογιζομένοις, μὴ ἀμφίβαλλε τοῖς παρὰ τῶν πατέρων δεδοκιμασμένοις, ἀλλὰ φοβοῦ, καὶ ἀνεξετάστως πίστευσον. Μᾶλλον μὲν οὖν πίστευε, καὶ μὴ πολυπραγμόνει. Εἰ μὲν ὡς σὺ νοήσεις πιστεύσεις, βλέπε τῷ κινδύνῳ σου.

Εἰ δὲ τῇ κηρύγματι τοῦ λόγου πιστεύσεις, οὐκέτι σὺ ἀπολογῇ, ἀλλ᾽ ὁ προεστώς. Πίστευσον τοίνυν τὰ παρ᾽ ἡμῶν περὶ τῆς παρθένου λεγόμενα, καὶ μὴ ἀμφίβαλλε ὁμολογεῖν αὐτὴν καὶ δούλην καὶ θεοτόκον καὶ παρθένον καὶ μητέρα· δούλη γάρ ἐστιν, ὡς κτίσμα τοῦ ἐξ αὐτῆς γεννηθέντος· θεοτόκος δὲ τυγχάνει καθότι θεὸν ἐξ αὐτῆς σαρκωθέντα τέτοκε· παρθένος δέ, ὅτι κοίτην σπέρματος ἐξ ἀνδρὸς οὐκ ἔγνω· μήτηρ, καθότι ἐγέννησε καὶ μήτηρ ἐγένετο τοῦ προανάρχως ἐκ τοῦ Πατρὸς γεννηθέντος.

Αὕτη τοίνυν ἐστὶν ἡ μήτηρ τοῦ δεσπότου τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων· ἐκ ταύτης ἐσαρκώθη ὁ υἱὸς τοῦ θεοῦ, ὁ σαρκὶ σταυρωθῆναι καταδεξάμενος. Καὶ θέλεις εἰδέναι ὅσον ἡ παρθένος. τῶν οὐρανίων δυνάμεων κρείττων ἐστί; πρόσεχε· ἐκεῖνα μὲν φόβῳ καὶ τρόμῳ περιιπτάμενα τὴν ὄψιν κατακαλύπτει, αὕτη δὲ τὸ τῶν ἀνθρώπων γένος αὐτῷ προσφέρει καὶ δι᾽ αὐτῆς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν λαμβάνομεν· αὕτη τοῦτον ἐγέννησεν ὃν οἱ ἄγγελοι ἐπὶ τοῦ τόκου ἐλθόντες μετὰ φόβου ἐδοξολόγουν, λέγοντες “Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία”. Χαῖρε τοίνυν ἡ μήτηρ καὶ οὐρανός· ἡ κόρη καὶ νεφέλη· ἡ παρθένος καὶ θρόνος· τὸ τῆς ἡμετέρας ἐκκλησίας καύχημα καὶ στερέωμα· ἐκτενῆ τὴν ὑπὲρ ἡμῶν δέησιν ποίησον ὅπως λάβωμεν διὰ σοῦ ἔλεος ἐν ἡμέρᾳ τῆς κρίσεως, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν θεὸν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.