Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η σωτήρια ενέργεια και τα δωρήματα του Σταυρού

Η εφαρμογή της αρχής της μεταβολής στον σταυρό του Χριστού, η μεταλλαγή της ανθρώπινης φύσης, η χορήγηση πνευματικών αγαθών και η παγκόσμια επικράτηση της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Καὶ οὕτω πᾶσα φύσις φυτῶν τε καὶ σπερμάτων τῇ μεταβολῇ τῶν καρπῶν τὴν εὐφροσύνην τοῖς πᾶσι παρέχουσιν. Ἐπεὶ τοίνυν τῶν χαλεπωτέρων ἐπὶ τῇ τῶν βελτιόνων μεταβολῇ τοσαύτην χαρίζεται τὴν ἀπόλαυσιν, φέρε δὴ, μεταβάντες ἐπὶ τὰ τούτων τιμιώτερα; θεασώμεθα πόσων ἡμῖν ἀγαθῶν πρόξενος γέγονεν ὁ σταυρὸς τοῦ Χριστοῦ, διὰ τῆς αὐτοῦ ἐνεργείας τοσαύτην μεταβολὴν ἀγαθῶν κατεργασάμενος. Εἰ γὰρ καὶ λυπηρὸς καὶ στυγνὸς ὁ τοῦ Κυρίου σταυρὸς ἀκουόμενος, ἀλλὰ χαρᾶς πλήρης καὶ φαιδρότητος ἔμπλεος, οὐ πάθους, ἀλλ᾽ ἀπαθείας αἴτιος γενόμενος. Εἰ δὲ καὶ σκάνδαλόν ἐστιν Ἰουδαίοις ὀνομαζόμενος, μωρία δὲ καὶ τοῖς ἔθνεσι κηρυττόμενος, ἀλλ᾽ ἡμῖν τοῖς πιστεύουσι σωτηρία μνημονευόμενος. Εἰ γὰρ καὶ ἐν ἐκκλησίᾳ σταυροῦ ἀναγινωσκομένου, καὶ πάθους διὰ σταυροῦ μνημονευομένου, λαὸς ὁ σταυρῷ πιστεύων ἀγανακτεῖ ἐλεεινὴν φωνὴν καὶ γογγυσμὸν ἀφιέμενος, οὐ διὰ τὸν σταυρὸν, ἀλλὰ διὰ τοὺς σταυρώσαντας καὶ ἀπιστήσαντας. Σταυρὸς γὰρ σωτηρία τῆς Ἐκκλησίας, σταυρὸς τὸ καύχημα τῶν εἰς αὐτὸν ἠλπικότων, σταυρὸς ὁ ἀπαλλάξας ἡμᾶς τῶν προλαβόντων κακῶν, καὶ ἀπαρχὴ τῶν ἐπιγενομένων ἡμῖν ἀγαθῶν, σταυρὸς ἡ πρὸς Θεὸν ἐχθρῶν καταλλαγὴ, καὶ ἐπὶ Χριστὸν ἁμαρτωλῶν ἐπιστροφή.

Διὰ σταυροῦ γὰρ τῆς ἔχθρας ἐῤῥύσθημεν, καὶ διὰ σταυροῦ τῷ Θεῷ εἰς φιλίαν συνήφθημεν· διὰ σταυροῦ τῆς τοῦ διαβόλου τυραννίδος ἠλευθερώθημεν, καὶ διὰ σταυροῦ τοῦ θανάτου καὶ τῆς ἀπωλείας ἀπηλλάγημεν. Διὰ τοῦτο ὁ λαὸς πρότερον μὲν περὶ σταυροῦ ἀκούων ἐγόγγυζεν, αὖθις δὲ περὶ ἀναστάσεως ἀκούων τὸν γογγυσμὸν εἰς χαρὰν μετέβαλε, καθαρᾷ τῇ φωνῇ τὴν δόξαν προφερόμενος. Σταυρὸς τὴν ἀνθρωπείαν φύσιν εἰς ἀγγελικὴν μετέβαλε τάξιν, πάσης φθαρτῆς πράξεως ἀλλοτρίαν ἀποδείξας, καὶ τῆς ἀφθάρτου ζωῆς ἐνδιαιτᾶσθαι καταξιώσας. Οὐκ ἔτι γὰρ ἀνθρώπους, ἀλλὰ καὶ θεοὺς προσηγόρευσε λέγων· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Οὐκ ἔτι δούλους, ἀλλὰ φίλους καὶ ἀδελφοὺς ὠνόμασεν, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, λέγων. Ὁρᾷς πόσην μεταβολὴν ὁ σταυρὸς κατειργάσατο; Ἵνα δὲ μάθῃς ἀκριβέστερον τὴν δύναμιν τοῦ σταυροῦ, κατανόησον τί πρὸ σταυροῦ, καὶ τί μετὰ σταυρὸν, καὶ εὑρήσεις τοῦ σταυροῦ τὴν ἐνέργειαν.

Πρὸ σταυροῦ Υἱὸς οὐκ ἦν γινωσκόμενος, σήμερον σταυροῦ κηρυττομένου Υἱὸς ὀνομάζεται, καὶ Πατὴρ δι᾽ Υἱοῦ γνωρίζεται· πρὸ σταυροῦ διάβολος προσεκυνεῖτο, νῦν σταυροῦ κηρυττομένου διάβολος πέπτωκε, καὶ δαίμονες φυγαδεύονται· πρὸ σταυροῦ πορνείαις καὶ ἀσελγείαις ἐσχολάζομεν, νῦν δὲ σταυροῦ κηρυττομένου οὐ μόνον πορνείας ἀπέστημεν, ἀλλὰ καὶ γάμων κατεφρονήσαμεν, παρθενίαν δὲ, ἣν οὐκ ᾔδειμεν, δεξάμενοι, ὡς ἰδίαν φυλάττομεν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ διάβολος τοὺς Ἰουδαίους κατὰ τοῦ Χριστοῦ συνήγαγε· σήμερον σταυρὸς κηρύσσεται, καὶ οἱ ἀπόστολοι Ἰουδαίους διὰ τῆς πίστεως προσάγουσιν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ ὑπὸ θανάτου κατειχόμεθα· νῦν σταυρὸς κηρύσσεται, καὶ ὡς μὴ ὄντος θανάτου κατεφρονήσαμεν· τὴν δὲ αἰώνιον ζωὴν ἐποθήσαμεν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ παραδείσου ἀλλότριοι ἦμεν· σταυροῦ δὲ φανέντος παραχρῆμα λῃστὴς παραδείσου ἠξιώθη. Ὢ μεγάλης δυνάμεως σταυροῦ, ὅσην μεταβολὴν τῷ γένει τῶν ἀνθρώπων κατειργάσατο! Ἀπὸ τοσούτου σκότους εἰς φῶς ἀπέραντον μετέστησεν, ἀπὸ θανάτου εἰς ζωὴν αἰώνιον ἀνεκαλέσατο, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀνεκαίνισεν.

Οὐκ ἔτι γὰρ ὀφθαλμοὶ καρδίας ἀπὸ ἀγνοίας ὑπὸ τοῦ σκότους καλύπτονται, ἀλλὰ διὰ σταυροῦ τῷ φωτὶ τῆς γνώσεως καταυγάζονται· οὐκ ἔτι ὦτα κωφῶν ὑπὸ ἀπιστίας κέκλεισται· οἱ κωφοὶ γὰρ ἤκουσαν λόγον Κυρίου, καὶ οἱ τυφλοὶ ἀνέβλεψαν τοῦ ἰδεῖν τὴν δόξαν τοῦ Θεοῦ. Ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα, ταῦτα ἡμῖν διὰ σταυροῦ τὰ δωρήματα. Τί γὰρ καλὸν ἡμῖν οὐκ ἀπὸ σταυροῦ δεδώρηται; τί δὲ ἀγαθὸν οὐ διὰ σταυροῦ ἡμῖν κατώρθωται; Διὰ σταυροῦ εὐσεβεῖν ἐδιδάχθημεν, καὶ τῆς θείας φύσεως τὴν δύναμιν ἐπέγνωμεν· διὰ σταυροῦ δικαιοσύνην Θεοῦ παιδευόμεθα, καὶ σωφροσύνης ἀρετὴν μεταδιώκομεν· διὰ σταυροῦ ἀλλήλους γνωρίζομεν, καὶ οἱ μακρὰν ὄντες Χριστῷ συνήφθημεν, καὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος ἠξιώθημεν· διὰ σταυροῦ ἀγάπης τὴν δύναμιν ἔγνωμεν, καὶ ὑπὲρ ἀλλήλων ἀποθανεῖν οὐ παραιτούμεθα· διὰ σταυροῦ πάντων τῶν ἐν τῷ κόσμῳ καταπεφρονήκαμεν, καὶ ὡς οὐδὲν αὐτὰ εἶναι ἡγησάμεθα, τῶν μελλόντων ἀγαθῶν ὀρεγόμενοι, καὶ τῶν ἀοράτων ὡς ὁρωμένων ἀντιποιούμενοι.

Σταυρὸς κηρύττεται, καὶ πίστις ἡ εἰς Θεὸν ὁμολογεῖται, καὶ ἀλήθεια εἰς ἅπασαν τὴν οἰκουμένην πολιτεύεται· σταυρὸς κηρύττεται, καὶ μάρτυρες ἀναδείκνυνται, καὶ ἡ εἰς Χριστὸν ὁμολογία κρατύνεται· σταυρὸς κηρύττεται, καὶ ἡ ἀνάστασις ἀναδείκνυται, καὶ ἡ ζωὴ πεφανέρωται, καὶ ἡ τῶν οὐρανῶν βασιλεία καταπιστεύεται, καὶ οἱ ἄπιστοι τῷ σταυρῷ πιστεύουσι, καὶ σωτηρίας τυγχάνουσιν οἱ τὸν σταυρὸν κατὰ τῆς ζωῆς ἐπινοήσαντες.