Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Ο προπαρασκευαστικός ρόλος του Νόμου και η τυπολογία της Εξόδου

Θεολογική ανάλυση του μωσαϊκού νόμου ως παιδαγωγού και σκιάς της αλήθειας, καθώς και αλληγορική ερμηνεία των πληγών της Αιγύπτου και του σωτηριώδους σημείου του αίματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 8

Πᾶσα συναγωγὴ ποιήσει αὐτό—τίς ἡ συναγωγή—. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ· εἷς καὶ ὁ αὐτὸς ἐπ᾽ ἀμφοτέρων νόμος»〉. Οἱ μὲν οὖν τύποι καὶ τὰ σύμβολα καὶ τὰ μυστήρια, ἐν Ἰσραὴλ μὲν ὁρατῶς γινόμενα, ἐν ἡμῖν δὲ πνευματικῶς τελεσιουργούμενα. Μικρὰ δὴ περὶ τούτων διαλεχθέντες οὕτως ἐπαγάγωμεν τὰ τῆς ἀληθείας μυστήρια· τίς μετὰ τὸν νόμον Ἰησοῦ Χριστοῦ ἐπιδημία, διὰ τί δὲ ἦλθε καὶ μετὰ σώματος· τί τὸ πάσχα ὃ ἐπεθύμησε φαγεῖν μεθ᾽ ἡμῶν, διὰ τί δὲ ὁ λόγῳ νεκροὺς ἀναστήσας οὐχὶ καὶ πάντῃ τῷ θανάτῳ ἐπετίμησε ζῶν, διὰ τί δὲ καὶ ὅλως ὑπέμεινε θάνατον διὰ ξύλου· τίς ἡ ἄκανθα ἣν ἐστεφανώσατο, ἢ τί τὸ ὄξος ὃ ἔπιε καὶ ἡ χολή, καὶ τίς ἡ ἀνοιγομένη πλευρὰ ἐξ ἧς ἔρρευσεν αἷμα καὶ ὕδωρ· διὰ τί εὔχεται παρελθεῖν τὸ ποτήριον ὃ πάντως ἦλθε πιεῖν· τίνες οἱ λῃσταὶ οἱ συγκρεμάμενοι, καὶ τίς ὁ ἐξ ἀμφοτέρων ἐν τῷ παραδείσῳ· διὰ τί τὸ πνεῦμα παρακατατίθεται ἐν ταῖς χερσὶ τοῦ πατρός, τὸ δὲ σῶμα ἐν τῷ καινῷ μνημείῳ, τί ἦν τὸ ἐσόμενον 〈«ἐν τῷ παραδείσῳ»〉 καὶ γινόμενον 〈«σήμερον»〉· τίς ἡ τριήμερος ἣν ὑπὸ γῆν ἔμεινε, διὰ τί δὲ πρῶται αὐτὸν ὁρῶσιν αἱ γυναῖκες καὶ εὐαγγελιζόμενος λέγει· 〈«Γυναῖκες χαίρετε»〉.

Ταῦτα ἡμῶν τῆς ἱερᾶς ἑορτῆς τὰ ἐδέσματα, αὕτη ἡ τράπεζα ἡ πνευματική, αὕτη ἡ ἀθάνατος τροφὴ καὶ τρυφή· ἐπισιτισάμενοι δὲ 〈τὸν ἄρτον τὸν ἐκ τῶν οὐρανῶν〉 καὶ πίοντες τὸ τῆς εὐφροσύνης ποτήριον, αὐτὸ τὸ ζέον καὶ ἔμπυρον, αἷμα μὲν δὴ ἄνωθεν θερμῷ τυπωθὲν πνεύματι, λόγῳ ἀναλαβόντες 〈εἴπωμεν〉 πρῶτον μὲν τίς νόμος καὶ τίς νόμου οἰκονομία, οὕτως γὰρ γνωσόμεθα ἐκ παραβολῆς τίς λόγος καὶ τίς λόγου ἐλευθερία.

Νόμος ὁ διὰ Μωϋσέως ποικίλων καὶ ἀναγκαίων δογμάτων ἀθροϊσμός ἐστι, πάντων ἐρανισμὸς κοινωφελὴς τῶν ἐν τῷ βίῳ καλῶν, μίμημα μυστικὸν τῆς ἐν οὐρανῷ πολιτείας, λύχνοι καὶ λυχνίαι καὶ πῦρ καὶ φῶτα τῆς ἄνω λαμπαδουχίας τὰ τιμήματα.

Νόμος ὁ διὰ Μωϋσέως θεοσεβείας τὸ προτύπωμα, εὐτάκτου πολιτείας τὸ πρόσταγμα, τῆς πρώτης ἁμαρτίας τὸ κώλυμα, τῆς μελλούσης ἀληθείας τὸ αἴνιγμα. Νόμος ὁ διὰ Μωϋσέως αἰγυπτίας πλάνης τὸ κολαστήριον, 〈δακτύλῳ Θεοῦ〉 καταγραφόμενον, ἄλλως γὰρ ὁ ὑψηλὸς βραχίων ἐτηρεῖτο.

Νόμος ὁ διὰ Μωϋσέως εὐσεβείας ἀρχηγός, δικαιοσύνης ὁδηγός, τυφλῶν φωτισμός, ἀφρόνων ἔλεγχος, νηπίων 〈παιδαγωγός〉, ἀγνωμονούντων δεσμός, σκληροτραχήλων χαλινὸς καὶ τῶν ἑτεροζυγούντων ἀνάγκης ζυγός. Νόμος ὁ διὰ Μωϋσέως ἄγγελος Χριστοῦ, πρόδρομος Ἰησοῦ, κῆρυξ καὶ προφήτης μεγάλου βασιλέως, σοφὸν παιδευτήριον, ἀναγκαῖον γυμνάσιον, κοσμικὸν διδασκαλίον, δόγμα ἐμπρόθεσμον, παρερχόμενον μυστήριον.

Νόμος ὁ διὰ Μωϋσέως τῆς μελλούσης χάριτος συμβολικὴ καὶ αἰνιγματώδης ἐπιτομή, ταῖς εἰκόσιν ἀπαγγέλλουσα τὴν τελειότητα τῆς μελλούσης ἀληθείας, ταῖς θυσίαις τὸ ἱερεῖον, τῷ αἵματι τὸ αἷμα, τῷ ἀμνῷ τὸν ἀμνόν, τῇ περιστερᾷ τὴν περιστεράν, τοῖς βωμοῖς τὸν ἀρχιερέα, τῷ ναῷ τὸ τῆς θεότητος καταγώγιον, τῷ περιβωμίῳ πυρὶ ὅλον ἄνωθεν 〈τοῦ κόσμου τὸ φῶς〉.

Νόμος μὲν δὴ ὧδε ἡμῖν μυστικῶς προώρισται· ἔρχεται δὲ μετὰ Αἴγυπτον ἀναγκαίως νόμος, ὑλομανούσης ψυχῆς καὶ αἰγυπτιαζούσης καρδίας ἐκκόπτων τὰ ἀόρατα κακὰ μοσχεύματα, τέμνων ἀρότρου δίκην τὰς ἔνδον πυκνὰς καὶ δασείας ἀκάνθας τῶν λογισμῶν, ἀροτροτεμὼν καὶ αὐλακηδὸν σχίζων τὰ τῆς ψυχῆς βάθη, προοδοποιῶν καὶ νεάζων τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ οὐρανίου θείου λόγου καὶ σπόρου· διὸ καὶ εἰκότως βοᾷ τὸ θεῖον πνεῦμα· 〈«Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρετε ἐπ᾽ ἀκάνθας»〉.

Διὰ τοῦτο καὶ τὸ πάσχα μυστικῶς πρῶτον ἐξ Αἰγύπτου ἄρχεται, τῆς σκοτεινῆς εἰδωλολατρείας ἡ πρώτη ἐκκοπὴ καὶ τῆς ἀθέου εἰδωλομανίας ἡ μυστικὴ ἀποτομὴ καὶ τῶν τῆς πλάνης πρωτοτόκων σπερμάτων ἡ νυκτερινὴ καὶ ἔνδικος πληγή.

Ἔπασχε μὲν οὖν καὶ Αἴγυπτος ὁμολογουμένως τὴν τῶν πρωτοτόκων πληγὴν καὶ πᾶς ὁ προγενὴς ἀπέθνησκε δῆμος, ἵνα ὁ μὲν σκληροτράχηλος Φαραὼ καὶ οὕτω βραδέως παιδευθῇ ταῖς πρώταις πληγαῖς μὴ πεπαιδευμένος, ὁ δὲ Ἰσραὴλ καὶ ἐν τούτοις παραδόξως σωθῇ, καὶ Θεὸς ἐν πᾶσι δοξασθῇ· Αἰγύπτῳ μὲν οὖν τὸ πάθος ἐν πληγῇ, τῷ δὲ Ἰσραὴλ τὸ πάσχα ἐν ἑορτῇ, διὸ καὶ ὀνομάζεται ἑορτὴ 〈πάσχα Κυρίου〉.

Πολλὰ καὶ ἕτερα τῆς μελλούσης Θεοῦ φιλανθρωπίας μυστήρια, ἔχει γὰρ ὧδε πᾶς ὁ περὶ τούτων λόγος· Αἴγυπτος μὲν ἡ πολλὴ καὶ μέλαινα τῆς σκοτεινῆς καὶ βαθείας πλάνης ἐστὶν εἰκών, ἐκεῖθεν γὰρ τὰ πρῶτα τῆς ἀπάτης ῥεύματα, μόσχοι καὶ ἰχθύες καὶ ὄρνιθες καὶ θηρία καὶ πάντα τὰ τοιαῦτα ζῷα θεοποιούμενα καὶ θεολογούμενα· ὅταν δὲ ἡ ἐξ οὐρανῶν ἔνδικος ὀργὴ ἀποκαλυφθῇ καὶ ὁ μέγας θυμὸς ἐπὶ πᾶσαν τὴν γῆν ἐφαπλωθῇ, τότε πρῶτον ἡ δεισιδαίμων καὶ εἰδωλομανὴς πλάνη παταχθήσεται· 〈«Ἐν γὰρ πᾶσι, φησί, θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ Κύριος»〉.

Εἰς δὲ τὰ πρωτότοκα πάντα ἡ πληγή, ἐπειδὴ τὰ πρεσβεῖα τῶν χρόνων ἐκδικοῦντες ἑαυτοῖς πρεσβύτερα πάντων ἔσχον καὶ τὰ τῆς εἰδωλολατρείας δουλεύματα. Σκοτεινὴ δὲ καὶ κατὰ νύκτα ἡ πληγή, σκοτεινὰ γὰρ καὶ σκυθρωπὰ καὶ ἀμειδῆ καὶ ἀφεγγῆ καὶ ἀνήμερα τῶν σκοτεινῶν ἔργων καὶ δαιμόνων τὰ δικαιωτήρια· 〈«Δώσω»〉 γάρ φησι 〈«τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα πῦρ ἀτμίς· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ»〉, καί· 〈«Οὐ, φησίν, οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί ὑμῖν αὕτη ἡ ἡμέρα Κυρίου; Καὶ αὐτή ἐστι σκότος καὶ οὐ φῶς. Ὃν τρόπον γὰρ ἂν φύγῃ ἀνὴρ ἀπὸ προσώπου λέοντος καὶ συναντήσῃ αὐτῷ ἄρκος καὶ εἰσέλθῃ εἰς τὴν οἰκίαν καὶ ἀπερείσηται χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὄφις, καὶ οὐχὶ σκότος ἡ ἡμέρα Κυρίου καὶ οὐ φῶς, καὶ σκοτία καὶ οὐκ ἔστι φέγγος ἐν αὐτῇ.»〉 Τὸ δὲ 〈«αἷμα εἰς σημεῖον»〉 τῆς τοῦ Χριστοῦ σφραγίδος τὸ ἔναιμον μυστήριον· 〈«σημεῖον»〉 δὲ, οὔπω αὐτὸ τὸ ἀληθές, ἀλλὰ μελλούσης ἀληθείας τὸ σημεῖόν ἐστι σημεῖον· ὅσοι γὰρ ἔχουσι τὸ σημεῖον τὸ δι᾽ αἵματος ἐπὶ τῶν ψυχῶν ὡς ἐπὶ τῶν οἰκιῶν ἐντετυπωμένον ὁμοῦ καὶ κεχρισμένον, τούτους πάντας ἡ ὀλοθρεύουσα πληγὴ παρελεύσεται· 〈«Ἐν αἷς γὰρ οἰκίαις, φησίν, ἐὰν σκέψηται τὸ αἷμα, σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ»〉.

Τὸ μὲν οὖν 〈«αἷμα ὡς σημεῖον»〉 φυλακτήριον· τὸ δὲ 〈«ἐν ταῖς οἰκίαις»〉 ὡς ἐν ταῖς ψυχαῖς, τοῦτο γάρ ἐστι θείου πνεύματος τὸ ἐκ πίστεως ἱεροπρεπὲς οἰκητήριον· τὸ δὲ 〈«σκεπάσω ὑμᾶς»〉 τῶν ἐκτάσεων χειρῶν Ἰησοῦ αἳ σκεπάζουσι τοὺς πιστεύοντας ἄπληστοι ἐπιβολαί.

Τὸ μὲν δὴ κοσμικὸν καὶ καθόλου τοῦ πάσχα τοιόνδε ἐστι μυστήριον, ἄκουε δὲ καὶ ὡς δυνατόν ἐστιν ἡμῖν κατὰ μέρος θείαν τελετὴν διηγουμένοις· τὸ μὲν γὰρ ἀληθὲς ὅπως ἔχει περὶ τούτων, Θεὸς καὶ ὁ τὸ ἱερὸν πάσχα ἐν ἑαυτῷ καὶ δι᾽ ἑαυτοῦ κοσμήσας οἶδε λόγος, ἡμῖν δὲ ὡς ἀνθρώποις συγγνώμην διδόσθω, ἐάν, ἀγαπητοί, ὄντως παρασφαλλώμεθα.

Λέγωμεν δὴ ἄνωθεν ἀναλαβόντες πρῶτον μὲν 〈τί〉 ὅδε ὁ μὴν 〈ἀρχὴ μηνῶν〉 καὶ διὰ τί ὁ τοῦ πάσχα μὴν 〈πρῶτός ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ〉. Ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος Ἑβραίων λόγος τοῦτόν φησι τὸν καιρὸν εἶναι ἐν ᾧ ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργὸς Θεὸς τότε ἐδημιούργησε τὸ πᾶν, καὶ τοῦτο εἶναι τῆς κτίσεως τὸ πρῶτον ἄνθος, τοῦ κόσμου τὸ κάλλος, ὅτε τὸ πανδαίδαλον ἄγαλμα κατὰ νοῦν ἑαυτοῦ ὁ δημιουργὸς ἐμμελῶς εἶδε κινούμενον.

Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρασίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρασύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, 〈καὶ〉 τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν.

Ἐγὼ δὲ οὐδὲ τούτοις τοῖς λόγοις ἀπιστῶ, νομίζω δέ, ὃ καὶ μᾶλλον πεπίστευκα, διὰ τὴν τοῦ πάσχα πνευματικὴν ἑορτὴν ἀρχὴν καὶ κεφαλὴν καὶ πρώτην ἡγεμονίαν παντὸς τοῦ χρόνου καὶ αἰῶνος νενομίσθαι τόνδε τὸν μῆνα τοῦ πάσχα ἐν ᾧ τὸ μέγα τοῦτο τελεσιουργεῖται καὶ ἱερουργεῖται μυστήριον, ἵνα ὡς ὁ Κύριος τῶν πάντων νοητῶν τε καὶ ἀοράτων πρωτόγονός ἐστι καὶ πρωτότοκος ἀπ᾽ ἀρχῆς, οὕτως καὶ ὅδε ὁ μὴν ὁ τὴν ἱερὰν τετιμημένος τελετὴν πρῶτος γεγένηται τοῦ ἐνιαυτοῦ καὶ παντὸς αἰῶνος ἀρχή.