Τὰ δὲ κρέα 〈ὀπτὰ πυρί〉· ἔμπυρον γὰρ λογικὸν σῶμα τοῦ Χριστοῦ· 〈«Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;»〉. 〈Οὐκ ὠμὸν〉 τὸ κρέας, ἵνα εὐκατέργαστος ᾖ ὁ λόγος καὶ εὐπρόσφορος καὶ εὐπαράδεκτος· 〈οὐδὲ ἐν ὕδατι ἡψημένον〉, ἵνα μὴ ὑγρὸς ᾖ μηδὲ ὑδατώδης ὁ λόγος μηδὲ ἐκλελυμένος. 〈Κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, 〈**〉 ὡς ἀόρατος βουλή, πόδες ὡς ἄνθρωπος. 〈Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, ἀρχὴ καὶ μεσότης καὶ τέλος, πάντα συνέχων καὶ συσφίγγων καὶ συγκολλῶν ἐν ἑαυτῷ ἀλύτοις δεσμοῖς, γενόμενος ἀληθῶς 〈«μεσίτης Θεοῦ καὶ ἀνθρώπων»〉. 〈Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, Θεὸς, λόγος καὶ ἄνθρωπος ἐν γῇ. 〈Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, ὕψει καὶ βάθει καὶ πλάτει 〈**〉 καὶ γῆς καταρριζώματα. 〈Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, νόμος καὶ λόγος καὶ ἀποστολοί, νόμος ὡς ἀρχὴ καὶ λόγος ὡς βουλὴ καὶ ἀποστολοὶ ὡς πόδες· 〈«Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά»〉. 〈Ὀστέον δὲ οὐ συντρίψετε ἀπ᾽ αὐτοῦ〉, ἵνα γνωστὴ ᾖ ἡ ἀνάστασις ἡ μετὰ σώματος· 〈«Βάλε»〉 γάρ φησι 〈«τοὺς δακτύλους σου εἰς τοὺς τῶν ἥλων τύπους, ἵνα γνῷς ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει»〉. 〈Ἄζυμα μετὰ πικρίδων ἔδεσθε〉· πικρὰ γάρ σοι ἢ πικρῶν ἔργων τὰ μυστήρια· 〈«Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι ἐνώπιον ὑμῶν κατεσθίουσι, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων»〉. 〈Ἔδεσθε μετὰ σπουδῆς〉 τὸ πάσχα· ἐγρηγορέναι γὰρ καὶ ἐπινενηφέναι δεῖ ἅπαντα τὸν μέλλοντα προσιέναι τῷ μεγάλῳ σώματι. 〈Αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι〉· παυσάσθωσαν αἱ διὰ γενέσεως πηγαὶ λελυμέναι, 〈αἱ〉 σαρκῶν περιπλοκαὶ καὶ αἱ ῥυπαρώδεις ἡδοναί. 〈Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσίν〉· ὀρθοτομοῦσαι βάσεις, στηρίγματα ἀχώλευτα· ἀληθείας γὰρ ῥιζώματα. 〈Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν〉, ἃ Μωϋσῆς μὲν ὑπελύσατο, Ἰησοῦς δὲ ὑπεδήσατο· 〈«Λῦσαι»〉 γάρ φησι 〈«τὸ ὑπόδημα τῶν ποδῶν σου»〉, ἵνα τὸ παρερχόμενον τοῦ νόμου δηλωθῇ, 〈«Οὗ οὐκ εἰμὶ ἱκανὸς τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ λῦσαι»〉, ἵνα τὸ πάντοθεν περιεσφιγμένον τοῦ λόγου μηνυθῇ. 〈Αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν〉, τῆς θείας δυνάμεως τὰ σημεῖα, τῆς λογικῆς ἰσχύος τὰ ἐρείσματα, ῥάβδος ἡ διὰ Μωϋσέως, ῥάβδος ἡ διὰ Ἀαρών, ῥάβδος ἡ καρυΐνη, ῥάβδος ἡ τεμοῦσα βάθη θαλάσσης, 〈ῥάβδος〉 ἡ γλυκάνασα πικρίαν πηγῶν, ῥάβδος ἐφ᾽ ἣν τὰ ἑπτὰ πνεύματα τὰ ἅγια ἀνεπαύσατο τοῦ Θεοῦ· 〈«Πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, 〈πνεῦμα γνώσεως καὶ εὐσεβείας〉, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν»〉.