Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Αλληγορική ερμηνεία των νομικών διατάξεων του Πάσχα

Εξέταση των συμβολισμών σχετικά με την επιλογή και σφαγή του αμνού, τις οδηγίες για τη βρώση του δείπνου, τα άζυμα και την πνευματική ισονομία εντός της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

Ἐνιαυτὸς δὲ οὗτος ὃν ἡ θεία γραφὴ βοᾷ· 〈«Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν»〉. 〈Πρόβατον〉 τὸ θῦμα τὸ ἱερόν· 〈«Αὐτὸς ὡς πρόβατον»〉 γάρ φησιν 〈«ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος»〉, καὶ Ἰωάννης· 〈«Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»〉. 〈Τέλειον〉 δὲ τὸ πρόβατον καὶ 〈ἐνιαύσιον· τέλειον〉 μὲν ὡς ἐξ οὐρανῶν, 〈ἐνιαύσιον〉 δὲ ὡς ἐν γῇ· ἐνιαυτὸς γὰρ χρόνου μέτρον ἐν γῇ, ἑαυτὸν ἐπιλαμβάνων καὶ εἰς ἑαυτὸν ἀνακυκλούμενος καὶ τῇ εἰς ἑαυτὸν περιόδῳ περιφορᾷ τὸν ἀμέτρητον αἰῶνα μιμούμενος.

Λαμβάνεται δὲ 〈τῇ δεκάτῃ τοῦ μηνός〉, καὶ πάνυ συμβολικώτατα· διάστημα γὰρ εὐαγγελίου νόμος, νόμου δὲ τὸ κορυφαιότατον δόγμα ἡ δεκάλογος, μετὰ δὲ τὰς δέκα τοῦ νόμου ἐντολὰς τότε τὸ πρόβατον ἔρχεται τὸ μυστικὸν τὸ ἐκ τῶν οὐρανῶν. 〈Τηρεῖται〉 δὲ τὰς διαμέσους ἡμέρας, αἰνιττόμενον τῇ γραφῇ ἐν μέσῳ τοῦ χρόνου μέχρι τοῦ πάθους ἐν τῇ τοῦ σώματος ἐπιδημίᾳ τοῦ πάσχα, καὶ τὴν σύλληψιν ἣν ἐν τοῖς τοῦ ἀρχιερέως συλληφθεὶς ἐτηρεῖτο.

Ὁ δὲ προσλαμβανόμενος εἰς τὸ πρόβατον ὁ 〈πλησίον〉 εἰμὶ 〈γείτων〉 ἐγώ· ὑπὸ σοῦ γάρ, ὦ Ἰσραήλ, τὸ πρόβατον οὐκ ἐχωρήθη. Εἶτα δὲ τὸ πρόβατον 〈πρὸς ἑσπέραν〉 θύεται· καὶ γὰρ ἐπὶ δυσμὰς τοῦ ἡλίου καὶ ὁ ἱερὸς ἀμνὸς τοῦ Θεοῦ φονεύεται. 〈Σφάξουσι〉 δὲ 〈αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραήλ〉· ὁ ἄπιστος γὰρ Ἰσραὴλ ἔνοχος γέγονεν ἐκείνου τοῦ τιμίου αἵματος, ὁ μὲν γὰρ πάλαι φονεύων, ὁ δὲ μέχρι νῦν ἀπιστῶν· διὸ καταμαρτυρεῖται αὐτῶν τὸ θεῖον πνεῦμα καὶ βοᾷ λέγον· 〈«Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις»〉.

Τὸ δὲ αἷμα 〈ἐπὶ τὴν φλιὰν〉 ὡς ἐπὶ τὴν ἐκκλησίαν, καὶ 〈ἐπὶ τῶν δύο σταθμῶν〉 ὡς ἐπὶ τῶν δύο λαῶν. Οὐ γὰρ ἀρνεῖται ὁ σωτὴρ πρὸς σὲ πρῶτον, ὦ Ἰσραήλ, ἀπεσταλμένος· 〈«Οὐ γὰρ ἀπεστάλην, φησί, πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»〉· ἐγὼ δὲ ὡς κυνίδιον ἀλλοτρίᾳ τραπέζῃ παρεκαθεζόμην, τὸν μὲν ἄρτον μήπω φαγεῖν δυνάμενος, τὰς δὲ ψιχίας τὰς ἐκπιπτούσας ἀναλέγων παράσιτος ἀλλοτρίας τροφῆς· ἐπειδὴ δὲ οὐκ ἔγνως τὸ μάννα τὸ ἐκ τῶν οὐρανῶν, εἰς ἐμὲ ὁ ἄρτος διὰ τῆς πίστεως μετετέθη καὶ ὁ ἀντὶ κυνὸς υἱὸς ἤδη γιγνόμενος 〈**〉. 〈Ἐν νυκτὶ〉 δὲ τὰ κρέα ἐσθίεται· ἔδυ γὰρ τὸ τοῦ κόσμου φῶς ἐπὶ τῷ μεγάλῳ σώματι τοῦ Χριστοῦ· 〈«Λάβετε, φάγετε, τοῦτο μού ἐστι τὸ σῶμα»〉.

Τὰ δὲ κρέα 〈ὀπτὰ πυρί〉· ἔμπυρον γὰρ λογικὸν σῶμα τοῦ Χριστοῦ· 〈«Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;»〉. 〈Οὐκ ὠμὸν〉 τὸ κρέας, ἵνα εὐκατέργαστος ᾖ ὁ λόγος καὶ εὐπρόσφορος καὶ εὐπαράδεκτος· 〈οὐδὲ ἐν ὕδατι ἡψημένον〉, ἵνα μὴ ὑγρὸς ᾖ μηδὲ ὑδατώδης ὁ λόγος μηδὲ ἐκλελυμένος. 〈Κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, 〈**〉 ὡς ἀόρατος βουλή, πόδες ὡς ἄνθρωπος. 〈Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, ἀρχὴ καὶ μεσότης καὶ τέλος, πάντα συνέχων καὶ συσφίγγων καὶ συγκολλῶν ἐν ἑαυτῷ ἀλύτοις δεσμοῖς, γενόμενος ἀληθῶς 〈«μεσίτης Θεοῦ καὶ ἀνθρώπων»〉. 〈Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, Θεὸς, λόγος καὶ ἄνθρωπος ἐν γῇ. 〈Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, ὕψει καὶ βάθει καὶ πλάτει 〈**〉 καὶ γῆς καταρριζώματα. 〈Κεφαλὴ σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις〉, νόμος καὶ λόγος καὶ ἀποστολοί, νόμος ὡς ἀρχὴ καὶ λόγος ὡς βουλὴ καὶ ἀποστολοὶ ὡς πόδες· 〈«Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά»〉. 〈Ὀστέον δὲ οὐ συντρίψετε ἀπ᾽ αὐτοῦ〉, ἵνα γνωστὴ ᾖ ἡ ἀνάστασις ἡ μετὰ σώματος· 〈«Βάλε»〉 γάρ φησι 〈«τοὺς δακτύλους σου εἰς τοὺς τῶν ἥλων τύπους, ἵνα γνῷς ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει»〉. 〈Ἄζυμα μετὰ πικρίδων ἔδεσθε〉· πικρὰ γάρ σοι ἢ πικρῶν ἔργων τὰ μυστήρια· 〈«Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι ἐνώπιον ὑμῶν κατεσθίουσι, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων»〉. 〈Ἔδεσθε μετὰ σπουδῆς〉 τὸ πάσχα· ἐγρηγορέναι γὰρ καὶ ἐπινενηφέναι δεῖ ἅπαντα τὸν μέλλοντα προσιέναι τῷ μεγάλῳ σώματι. 〈Αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι〉· παυσάσθωσαν αἱ διὰ γενέσεως πηγαὶ λελυμέναι, 〈αἱ〉 σαρκῶν περιπλοκαὶ καὶ αἱ ῥυπαρώδεις ἡδοναί. 〈Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσίν〉· ὀρθοτομοῦσαι βάσεις, στηρίγματα ἀχώλευτα· ἀληθείας γὰρ ῥιζώματα. 〈Τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν〉, ἃ Μωϋσῆς μὲν ὑπελύσατο, Ἰησοῦς δὲ ὑπεδήσατο· 〈«Λῦσαι»〉 γάρ φησι 〈«τὸ ὑπόδημα τῶν ποδῶν σου»〉, ἵνα τὸ παρερχόμενον τοῦ νόμου δηλωθῇ, 〈«Οὗ οὐκ εἰμὶ ἱκανὸς τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ λῦσαι»〉, ἵνα τὸ πάντοθεν περιεσφιγμένον τοῦ λόγου μηνυθῇ. 〈Αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν〉, τῆς θείας δυνάμεως τὰ σημεῖα, τῆς λογικῆς ἰσχύος τὰ ἐρείσματα, ῥάβδος ἡ διὰ Μωϋσέως, ῥάβδος ἡ διὰ Ἀαρών, ῥάβδος ἡ καρυΐνη, ῥάβδος ἡ τεμοῦσα βάθη θαλάσσης, 〈ῥάβδος〉 ἡ γλυκάνασα πικρίαν πηγῶν, ῥάβδος ἐφ᾽ ἣν τὰ ἑπτὰ πνεύματα τὰ ἅγια ἀνεπαύσατο τοῦ Θεοῦ· 〈«Πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, 〈πνεῦμα γνώσεως καὶ εὐσεβείας〉, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν»〉.

Τὸ δὲ πάσχα 〈πάσχα Κυρίου〉· τί τούτου σαφέστερον ἐξεβόησε τὸ πνεῦμα, ὅτι πάσχα οὐ τύπος, οὐχ ἱστορία, οὐ σκιά, ἀλλὰ πάσχα ἀληθῶς Κυρίου; 〈Τὸ δὲ αἷμα εἰς σημεῖον〉, σημεῖον δὲ τῆς μελλούσης ἀληθείας, τοῦ ἀληθινοῦ πνεύματος τὸ πρωτοτύπωμα, τὸ μίμημα τοῦ μεγάλου χρίσματος. 〈Καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς〉· ἐσκέπασας ἀληθῶς, Ἰησοῦ, ἀπὸ τῆς πολλῆς ἀπωλείας, καὶ χεῖρας ἐξέτεινας πατρικάς, ἐκάλυψας ἡμᾶς ἐντὸς τῶν πτερύγων σου τῶν πατρικῶν, αἷμα θεῖον ἐπὶ γῆς πηγάσας ταῖς ἐναίμοις σου καὶ φιλανθρώποις σου σπουδαῖς, καὶ τὰς τῆς ὀργῆς παρήγαγες ἀφ᾽ ἡμῶν ἀπειλάς, καὶ τὰς πρώτας ἡμῖν ἄνωθεν ἀνταπέδωκας διαλλαγάς.

Ἐκεῖνοι μὲν οὖν 〈ἄζυμα〉 ἐσθιέτωσαν 〈ἑπτὰ ἡμέρας〉, τὴν ἑβδοματικὴν ἐπὶ τοῦ κόσμου μελετῶντες περίοδον καὶ τὴν [ἐπίγειον] ἐπὶ γῆς ἔννομον ἐσθίοντες τροφήν· 〈«ἡμῶν δὲ τὸ πάσχα τέθυται Χριστὸς»〉 καὶ τὸ νέον φύραμα τῆς ἱερᾶς αὐτοῦ συγκράσεως ἀπειλήφαμεν ὅλοι δυνάμει κρείττονι ἀναζυμωθέντες καὶ ἀναφυραθέντες αὐτοῦ τῷ πνεύματι. Ἐγὼ μὲν γὰρ αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν 〈**〉 τῇ κεκραμμένῃ ζύμῃ ἀναζυμώσας ἀναλόγως τρία μέτρα τῆς σεμιδάλεως.

Διὰ τοῦτο ἀπὸ τούτου τοῦ πάσχα ὁ μὲν 〈ἀλλογενὴς〉 οὐ βρώσεται, οὐ γὰρ βάλλω 〈τοὺς μαργαρίτας τοῖς χοίροις〉, οὐ δίδωμι 〈τὸ ἅγιον τοῖς κυσίν〉, ὁ δὲ πάλαι δουλεύων ἐν ἁμαρτίαις τὴν καρδίαν περιτμηθήσεται, καὶ τῆς πικρᾶς δουλείας ἀπαλλαγεὶς οὕτω μετ᾽ εὐγενείας τῷ μυστηρίῳ προσελεύσεται καὶ τότε μετ᾽ ἐλευθερίας τὸ πάσχα βρώσεται ἐλευθερίως· 〈«Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς»〉 δουλείας καὶ 〈«κατάρας, κατάρα γενόμενος ὑπὲρ ἡμῶν»〉. 〈Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται καὶ ἔξω τῶν κρεῶν οὐκ ἐξοίσετε〉, μία γάρ ἐστιν ἡ συναγωγὴ καὶ μία ἐστὶν ἡ οἰκία, τοῦτ᾽ ἔστιν ἡ μία ἐκκλησία, ἐν ᾗ τὸ ἱερὸν σῶμα τοῦ Χριστοῦ ἐσθίεται, καὶ διὰ τοῦτο ἔξω τῆς μιᾶς οἰκίας— ἐκκλησίας—τὰ κρέα οὐκ ἐκβληθήσεται, ὁ δὲ ἀλλαχοῦ ἐσθίων ὡς ἀσεβὴς καὶ κλέπτης κολασθήσεται. 〈Νόμος εἷς ἔσται〉 τῷ ἐλευθέρῳ καὶ 〈προσηλύτῳ〉· ὅπου Χριστός, ἐλευθερία, πάντων ἰσηγορία, ἰσονομία, ἰσοτιμία· 〈τιμίῳ〉 πάντες ἠγοράσθησαν 〈αἵματι〉. Διὰ τοῦτο 〈«οὐκέτι εἶ δοῦλος»〉, οὐκέτι Ἰουδαῖος, ἀλλ᾽ ἐλεύθερος· πάντες γὰρ ἐν Χριστῷ γεγόναμεν ἐλεύθεροι.