Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Το μυστήριο της Ενσαρκώσεως και η θεραπεία της ανθρώπινης φύσης

Η εκούσια συγκατάβαση του Θεού Λόγου, η πρόσληψη του ανθρώπινου σώματος και οι προφητικές μαρτυρίες για τη λύτρωση του ανθρώπου από τη φθορά και την αμαρτία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 8

Ἄκουε μὲν γὰρ δή, ἄκουε μετὰ τοὺς τύπους καὶ τὴν νομικὴν οἰκονομίαν τίς καὶ πόση ἡ μετὰ 〈τὸν νόμον〉 Χριστοῦ ἐπιδημία ἐπὶ γῆς. Τίς ἡ Χριστοῦ ἐπιδημία; Δουλείας ἀποφυγή, παλαιᾶς ἀνάγκης ἀπαλλαγή, ἐλευθερίας ἀρχή, υἱοθεσίας τιμή, ἀφέσεως ἁμαρτημάτων πηγή, ἀθάνατος ἀληθῶς ἐν πᾶσι ζωή.

Ὁρῶν ἡμᾶς ἄνωθεν ὑπὸ τοῦ θανάτου τυραννουμένους καὶ δεσμοῖς φθορᾶς λυομένους ὁμοῦ καὶ δεσμουμένους, ῥέοντας εἰς τὴν ἀναγκαίαν καὶ ἀνυπόστροφον ὁδόν, ἐλθὼν καὶ λαβὼν 〈**〉 τοῦ πρώτου πλάσματος ἐν βουλαῖς πατρικαῖς, οὐκ ἀγγέλοις, οὐκ ἀρχαγγέλοις τὴν ὑπὲρ ἡμῶν λειτουργίαν ἐνεχείρισεν, ἀλλ᾽ αὐτὸς ὁ λόγος ὅλον τὸν ἀγῶνα τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο πειθόμενος ταῖς πατρῴαις ἐντολαῖς.

Ἀπροσίτου δὲ ὄντος τοῖς ὅλοις ἀκράτου θείου πνεύματος, ἵνα μὴ πάντα συμπαθῇ ταῖς ἀμιγέσι τοῦ πνεύματος ἐμβολαῖς, αὐτὸς ἑκῶν ἑαυτὸν συστείλας ἐν ἑαυτῷ καὶ τὸ μέγεθος πᾶν τῆς θεότητος εἰς ἑαυτὸν συναθροΐσας καὶ συναγαγών, τοσοῦτος ἦλθεν ὅσος ἠθέλησεν, οὐ μειούμενος ἐν ἑαυτῷ οὐδὲ ἐλαττούμενος οὐδὲ τῇ δόξῃ δαπανούμενος· δυνάμεως δὲ πατρῴας ὑπερβολῇ ὃ μὲν εἶχεν οὐκ ἀπώλεσεν, ὃ δὲ οὐκ εἶχε προσλαμβάνων, τοσοῦτος ἦλθεν ὅσος ἤμελλε χωρεῖσθαι.

Ἐπεὶ δὲ ἔδει τι καὶ δοχεῖον γενέσθαι τοῦ θείου πνεύματος, ἵνα οἱ πρῶτοι τῆς ἀνθρωπίνης φύσεώς τε καὶ οὐσίας μετάσχωσι 〈**〉 διυλίσας καὶ συναριθμήσας, τὸ μὲν ὅσον περισσὸν ἦν καὶ θολερὸν ἀποβράσας καὶ ἀποχωρίσας, τὸ δὲ ὅσον καθαρὸν καὶ διαυγὲς καὶ εἰλικρενὲς περιλάμψας καὶ περιαστράψας καὶ περιαυγάσας καὶ πυρώσας καὶ παστώσας καὶ παρθενώσας καί, ὡς εἰπεῖν, ἐξαγγελλώσας, εἰς τὴν ἀνθρωπίνην εἰκόνα σωματικῶς ἐμορφοῦτο, πνευματικὴν μὲν ἔχων τὴν ἀνατολήν, σωματικὴν δὲ προσλαμβάνων τὴν μόρφωσιν.

Διὸ καὶ μυστικώτατα αὐτὸν ἡ γραφὴ ἐπεσημήνατο· 〈«Ἰδοὺ»〉 γάρ φησιν 〈«ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ»〉, ἀνατολὴ μὲν ὡς ἐν πνεύματι, ἀνὴρ δὲ ὡς ἐν σώματι· 〈«Πνεῦμα γὰρ Κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς ὑψίστου»〉· παραδόξου δὲ καὶ θείας οὔσης τῆς γενέσεως, εἰκότως καὶ τὸ πνεῦμα τεθαύμακε λέγον· 〈«Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;»〉 Τεσσάρων δὲ ὄντων τῶν τῆς θεότητος ἡγεμονικῶν ὀνομάτων, δι᾽ ὧν μάλιστα τὸ θεῖον πνεῦμα πιστεύεται, κυριότητος καὶ θεότητος, υἱότητος καὶ βασιλείας αἰωνίου, ὅρα μὴ μόνον ταύτας τὰς ἀρετὰς καὶ δόξας λαβεῖν ἐτιμήθη.

Καὶ πρῶτόν γε ὅρα αὐτοῦ τὸν Κύριον. 〈«Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου»〉. Ὁρᾷς αὐτοῦ τὰ παρὰ τοῦ Κυρίου τὸν Κύριον, ὅρα καὶ τὸν υἱὸν αὐτοῦ· 〈«Αὐτός με ἐπικαλέσεται πατέρα κᾀγὼ θήσομαι αὐτὸν πρωτότοκον»〉, καί· 〈«Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ᾽ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου»〉. Ὁρᾷς αὐτοῦ τὸν υἱὸν καὶ πρωτότοκον καὶ μονογενῆ, ὅρα καὶ τὸν Θεόν· 〈«Ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ ἐν σοὶ προσεύξονται καὶ ἐν σοὶ προσκυνήσουσι καὶ ἀκολουθήσουσιν ἐν χειροπέδαις δεδεμένοι, σὺ γὰρ εἶ ὁ Θεός, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν»〉. Εἶδες αὐτοῦ τὸν θεόν, ἴδε αὐτοῦ καὶ τὸν βασιλέα αἰώνιον· 〈«Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου»〉. Ἑώρακας αὐτοῦ τὸν βασιλέα, ὅρα μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον· 〈«Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;

Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης»〉. Ὁρᾷς αὐτοῦ μετὰ τοῦ βασιλέως καὶ τὸν τῶν δυνάμεων Κύριον, ἴδε ἐκ περιόντων αὐτοῦ καὶ τὸν ἀρχιερέα αἰώνιον· 〈«Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα»〉.

Εἰ δὲ καὶ Κύριος καὶ Θεὸς καὶ υἱὸς καὶ βασιλεὺς καὶ Κύριος τῶν δυνάμεων καὶ ἀρχιερεὺς αἰώνιος, ὅτε θέλει 〈«καὶ ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν;»〉 Τὸ δὲ 〈«καὶ ἄνθρωπος»〉 δηλόνοτι καὶ προϋπαρχόντως ὅτι καὶ Θεός. Καὶ ἵνα μὴ κατὰ τὰς τῶν ἀνθρώπων δόξας αὐτόματον καὶ χωρὶς γενέσεως φάσμα ἢ πνεῦμα τῇ γῇ ἐπιδεδημηκέναι δόξῃ, ἄκουε αὐτοῦ καὶ τὸ παιδίον γενόμενον· 〈«Ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Δίδωσι Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ»〉, καί· 〈«Ἤθελον εἰ ἐγενήθησαν πυρίκαυστοι· διότι παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος»〉.

Θεὸς μὲν δὴ καὶ ἄνθρωπος οὗτος ὁ μέγας Ἰησοῦς ἐπεδήμησεν ἡμῖν, ἀπιστείτω μηδείς, καὶ πνεῦμα ἡγεμονικὸν ἐχωρήθη ὑπὸ ἀνθρώπου σώματος. Καὶ γὰρ τὴν πρώτην τοῦ πατρὸς πνοὴν τὴν μυστικὴν ἐχώρησεν Ἀδὰμ ἔτι γῆ καὶ πηλὸς ὤν, οὐ γὰρ βλάπτεται τὸ θεῖον πνεῦμα τῷ σώματι βουλῇ Θεοῦ συνῆφθαι· εἰ δὲ ὁ πρῶτος χοῦς τὸ ἱερὸν ἐχώρει πνεῦμα, ἐψυχώμενον σῶμα τὴν ἀθάνατον Χριστοῦ ἐχώρησε ζωήν.

Εἰ μὲν οὖν πνεῦμα μόνον ἐπεδήμησε τῇ ἁμαρτίᾳ καὶ τῷ θανάτῳ δεδουλώμενον, περισσὴ ἂν ἦν οὕτως ἡ μεγάλη τοῦ σώματος ἐπιδημία, μήτε τῆς ἁμαρτίας μήτε τοῦ θανάτου νενικημένου· ἔδει δὲ καὶ τὴν ἁμαρτίαν ἀναιρεθῆναι καὶ τὸ σῶμα ἐλευθερωθῆναι.

Καὶ διὰ τοῦτο 〈«αὐτὸς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ»〉. Αὐτὸς οὖν τὸ πρῶτον ἐκεῖνο τὸ πτωχὸν καὶ νεκρὸν ἐνεδύσατο σῶμα, διὸ καὶ βοᾷ περὶ αὐτοῦ τὸ πνεῦμα· 〈«Οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», «ἐν γὰρ ὁμοιώματι τῆς σαρκὸς ἁμαρτίας χωρὶς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν»〉, δείξας ὅτι 〈«οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες»〉. Ἐθεράπευσεν οὖν καὶ πάντα ἡμῶν τὰ σώματα τῶν ἀρρωστημάτων, καὶ τὰ κατὰ μέρος τῶν νοσημάτων ἐξουσίᾳ δυνάμεως ἰάσατο, ἵνα πληρωθῇ· 〈«Ἐγὼ Κύριος ὁ Θεός· ἐκάλεσά σε ἐν δικαιοσύνῃ, κρατήσω τῆς χειρὸς τῆς δεξιᾶς σου, καὶ ἐνισχύσω σε· ἔδωκά σε εἰς διαθήκην γένους μου εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει· ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μοι ὄνομα», «Ἀκούσατε κωφοὶ λόγους βιβλίου, καὶ τοῖς καθημένοις ἐν σκότει φῶς ἀνέτειλε», «Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ δὲ ἔσται γλῶσσα μογιλάλων»〉. Ἐπειδὰν δὲ κατὰ μέρος τὰ τῆς κακίας αἱρεθῇ, 〈«ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος εἰς νῖκος.