Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η λύτρωση διά του Αμνού του Θεού και η υπέρβαση του ιουδαϊκού Πάσχα

Η διάκριση μεταξύ του ιστορικού ιουδαϊκού Πάσχα και της τέλειας χριστιανικής λυτρώσεως από τον θάνατο διά της θυσίας του ουράνιου Αμνού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν αὐτὴν πραγματείαν δʹ. Πάσχα μὲν ἑορτάζουσιν Ἰουδαῖοι, τῆς ἐξ Αἰγύπτου σωτηρίας ἀνάμνησιν, θανάτου πρωτοτόκων ἀποφυγήν. Πάσχα διὰ τοῦτο ὀνομάζεται, ὅτι ἔστιν ὑπέρβασις θανάτου· τοῦτο γὰρ ἡ λέξις δηλοῖ κατὰ γλῶτταν Ἑβραίων.

Πάσχα δὲ ἡμεῖς ἑορτάζομεν, οὐ μερικὴν ἀποφυγὴν θανάτου, καθάπερ ἐκεῖνοι, οὐδὲ προσκαίρου δουλείας ἐλευθέρωσιν, ἀλλὰ τελείαν μὲν ἐκ θανάτου λύτρωσιν, τελείαν δὲ ἐκ τῆς τοῦ διαβόλου δουλείας ἀπόλυσιν. Ὁ τῶν πρωτοτόκων θάνατος ἐκείνους ὑπερέβαινε, τὸ τυπικὸν πρόβατον θύσαντας, καὶ τῷ αἵματι τὰ περὶ τὰς θύρας χρίσαντας· ἡμᾶς δὲ ὁ ἐκ τοῦ πρωτοπλάστου θάνατος ὑπερβαίνει, κατασχεῖν μὴ δυνάμενος τοὺς τὴν θυσίαν τοῦ θείου προβάτου δεδεγμένους, καὶ τῇ πίστει τοῦ σωτηρίου αἵματος περιπεφραγμένους. Ἐκείνοις ἀπὸ γῆς τὸ πρόβατον· ἡμῖν ἐξ οὐρανοῦ, κατὰ τὸν Ἀβραὰμ τύπον γενόμενον, ὅτε πρόβατον ἔσχε θεόπεμπτον ὑπὲρ τοῦ υἱοῦ προσαγαγεῖν· νῦν δὲ ὡς ἀληθῶς θεόπεμπτον ἐξ οὐρανοῦ τὸ πρόβατον, προσαχθὲν ὑπὲρ ἡμῶν, ἵνα μηκέτι θανάτῳ κατεχώμεθα, διὰ τὸν ἀκράτητον ὑπὸ θανάτου Χριστόν. Ἀπέστειλε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου· καὶ, Καταβέβηκα, φησὶν, ἐξ οὐρανοῦ.

Καὶ μαρτυρεῖ περὶ αὐτοῦ ὁ Βαπτιστὴς, Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ, λέγων, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἁμαρτίαν γὰρ οὐκ ἀφῄρει πρόβατον ἄλογον· διὰ τοῦτο οὐδὲ τὸν ἐκ τῆς ἁμαρτίας γενόμενον θάνατον· τὸ δὲ λογικώτατον πρόβατον ἁμαρτίαν ἔλυσε, θάνατον σὺν αὐτῇ καταλύσας. Ἐξάγει δὲ ἡμᾶς οὐκ ἐκ τῆς Αἰγυπτιακῆς εἰς τὴν Ἰουδαίαν, ἀλλ᾽ εἰς αἰωνίαν κτῆσιν ἀπὸ κόσμου φθειρομένου.