Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Οι πνευματικοί συμβολισμοί της εορτής και η συμμετοχή στο μυστήριο

Εξηγείται ο τρόπος βρώσεως του αμνού, η σημασία των αζύμων και των πικρών χόρτων, η προστασία διά του αίματος και η αναγκαιότητα της πνευματικής περιτομής για τους πιστούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Εἶτά μοι σκόπει περὶ τὴν τοῦ προβάτου βρῶσιν ἐντολὴν Θεοῦ καινὴν καὶ παράδοξον, μὴ ἐσθίειν ὠμὰ τὰ τοῦ προβάτου κρέα. Τίς γὰρ ἂν ὠμὸν φάγοι; Ἔστω λέγειν, Μηδὲ ἑφθὸν, ἵνα μὴ διατρίβωσιν· ἐπειγόμενος γὰρ ὁ καιρός. Τί τὸ μηδὲ ὠμὸν, ἀλλ᾽, Ὀπτὰ πυρί; Οὐδεὶς γὰρ κωλύει τὸ μὴ γενόμενον. Ἀλλὰ σημαίνεται διὰ τῶν τύπων, ὡς ἔφην, τὰ πράγματα. Ὠμὴν προσφέρεται τὴν ἁγίαν τροφὴν ὁ τὴν πίστιν ἔχων ἀργήν· ἑφθὴν ὁ φιλήδονος, ἐξυδαρῶν ἐν τῇ τοῦ βίου ῥᾳθυμίᾳ τὸ στεῤῥὸν τῆς πίστεως ἔργον, [ὀπτὴν δὲ ὁ] ἐπιτελῶν ἐν πνεύματι θερμῷ τε καὶ ζέοντι. Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐσθίειν κελεύονται. Γίνωσκε καὶ Χριστὸν ἀπὸ μὲν τῆς κεφαλῆς, ὅτι Θεὸς πρὸ αἰώνων ὑπάρχων κεφαλὴ τῆς ἀοράτου καὶ πνευματικῆς Ἐκκλησίας· ἀπὸ δὲ τῶν ποδῶν, ὅτι καὶ ἄνθρωπος ἐπ᾽ ἐσχάτων αἰώνων γῆς ἐπιβάς· ἀπὸ δὲ τῶν ἐντοσθίων, ὅτι κεκρυμμένην ἔχων ἐν σαρκὶ δύναμιν καὶ δικαιοσύνην, καὶ οὐ κατὰ τὸ ἐκτὸς καὶ θεωρούμενον μόνον ἐπωφελὴς καὶ σωτήριος τοῖς μετέχουσιν, ἀλλὰ καὶ κατὰ τὸ ἔνδον καὶ κατὰ τὸ ἀπόκρυφον. Ἐσθίεται δὲ ἐν νυκτὶ τὰ κρέα, καὶ εἰς τὴν ἡμέραν οὐχ ὑπολείπεται.

Ἀνάμνησις γὰρ τοῦ Χριστοῦ πάθους ἐν τῷ καιρῷ τῆς κοσμικῆς νυκτὸς, μεθ᾽ ἣν ἡμέρα διαλάμψει, καὶ ζωὴ Χριστοῦ φανήσεται. Κατὰ τὸ, Ἡ δὲ ἡμέρα ἤγγικε. Συντρίβει δὲ ὀστέον οὐδείς. Οὐδὲ γὰρ κατέαξαν οἱ δήμιοι τὰ Χριστοῦ σκέλη, [τὰ] τῶν συσταυρωθέντων κατεάξαντες, ὡς ὁ εὐαγγελιστὴς ἐμαρτύρησεν. Αἱ πικρίδες αἱ σὺν τῷ προβάτῳ ἐσθιόμεναι τὴν τῶν θλίψεων πικρίαν ἐδήλουν· τὰ ἄζυμα τὴν ἁπλότητα καὶ εἰλικρίνειαν, ὡς ὁ Παῦλός φησι, τουτέστι, τὸ ἀμιγὲς πρὸς τὴν παλαιὰν κακίαν καὶ νέαν ἀρετήν. Ὑπόλοιπόν ἐστί σοι τὸ σχῆμα τῶν ἐσθιόντων τὸ Πάσχα καὶ θεωρῆσαι πνευματικῶς, καὶ μιμήσασθαι· ἔσται γὰρ ἐν τῷ πνευματικῷ τὸ σωματικὸν σχῆμα. Οὐκ ἔστι σχῆμα κενὸν, ἀλλὰ ἔργον σωτήριον ζῶσαι τὴν ὀσφύν σου, μὴ τὴν τοῦ σώματος ἐν ἱμάντι, ἀλλὰ τὴν τῆς ψυχῆς ἐν ἑτοιμότητι. Ὑπόδησαι τοὺς πόδας ὡσαύτως ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, κατὰ τὸν Ἀπόστολον. Βακτηρίαν ἐν ταῖς χερσὶν ἔχε, μὴ ξύλον, ἀλλὰ πίστεως ὑποστηριζούσης. Ὅλον τὸ σχῆμα ἐκεῖνο ὀδοιπορητικὸν ὂν, ὡς ἂν πρὸς ἔξοδον ἐπειγομένων τὴν ἐξ Αἰγύπτου, μίμησαι σὺ κάλλιον, ὡς εἰς ἔξοδον ἐπειγόμενος τὴν ἀπὸ κόσμου καὶ φθορᾶς. Σπουδὴ δὲ ἔστω, καὶ ῥᾳθυμία μηδαμῶς ἐν τῇ τοῦ Πάσχα βρώσει τῇ πνευματικῇ.

Καὶ καλὸν ἐνταῦθα τὸ σπουδαῖον, οὐ γαστριμαργίαν ἐπιφαίνων ἐσθιόντων ἠπειγμένως τὰ κρέα, ἀλλὰ φιλοθεότητα τῶν σπευδόντων ἀπὸ κόσμου πρὸς Θεόν. Ἐφ᾽ ἑπτὰ δὲ ἡμέρας ἡ ἄζυμος τροφὴ, τουτέστι, διὰ πάσης ζωῆς τὸ εἰλικρινές. Διὰ γὰρ τῶν ἑπτὰ ἡμερῶν ὁ σύμπας πολυπλασιάζεται χρόνος. Καὶ ὁ ζύμην ἔχων ἐξολοθρεύεται. Ἡ γὰρ τοῦ παλαιοῦ ἀνθρώπου κακία ὀλέθριος καὶ οὐδαμῶς ἀναμίγνυσθαι δυναμένη τῇ τοῦ νέου ἀνθρώπου δικαιοσύνῃ καὶ ὁσιότητι. Καὶ ὁρᾷς, ὅτι δίκαιος ὁ διὰ τὴν τοιαύτην ζύμην ὄλεθρος· διὰ δὲ τὴν κοινὴν τοῦ ἄρτου ζύμην οὐκ ἂν δικαίως ἔδοξε χαλεπαίνειν Θεός. Οὐ γὰρ φαίνεται τὸ δίκαιον ἐν τοῖς τύποις, ἀλλὰ ἐπὶ τῆς ἀληθείας ἐκλάμπει τε καὶ γινώσκεται· ὥσπερ καὶ αὐτὸ τὸ τῆς χρίσεως τοῦ αἵματος δοκοῦν ἀπρεπὲς εἶναι Θεῷ περιαιρεῖται, κατὰ τὴν ἀλήθειαν νοουμένου τοῦ τύπου. Ἀπρεπὲς γὰρ τὸ δοκοῦν χρῄζειν Θεὸν αἵματος σημείῳ πρὸς ἐπίγνωσιν τῶν Ἑβραϊκῶν οἰκιῶν· πρεπωδέστατον δὲ τὸ διὰ τὴν πίστιν τοῦ Χριστοῦ αἵματος γινώσκεσθαι ἡμᾶς Θεῷ καὶ σώζεσθαι ὑπὸ Θεοῦ. Ἆρ᾽ οὖν οὐχὶ καὶ τὸ τῆς περιτομῆς ἁπλῶς μὲν οὕτως ἀκούειν ἀπρεπὲς, ὡς Θεοῦ κελεύσαντος ὑπὸ σπουδῆς τὸν μέλλοντα τοῦ Πάσχα ἐσθίειν, εἰ μὴ ἐμπερίτομος εἴη, περιτέμνεσθαι, καὶ οὕτως ἐπὶ τὴν βρῶσιν ἥκειν; Ἐὰν δὲ συνῇς τῆς περιτομῆς τὴν δύναμιν πνευματικῶς, μυστήριον ὄψει καὶ δοξάσεις Θεόν. Τοῦ γεννητικοῦ μέλους ἦν ἡ περιτομή.

Ἀπὸ γενέσεως εἶχες, ὦ ἄνθρωπε, κάλυμμα, ὅπερ ἔδει σε περιαιρεῖσθαι, ἵνα [ἀνα]κεκαλυμμένῳ προσώπῳ θεωροίης ἀλήθειαν, καὶ μὴ κεκαλυμμένος τῷ σώματι καὶ γηΐνῳ καλύμματι περὶ τὴν ἀλήθειαν ἀναβλεποίης. Ὅταν γὰρ γυμνὸς γένῃ τοῦ σαρκικοῦ σώματος, ὡς πνεῦμα πρόσει πρὸς Χριστὸν, καὶ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμα γενήσῃ, μετέχων τὴν ἱερὰν καὶ σωτήριον μετοχὴν, ἣν ἡ τῶν κρεῶν βρῶσις ἐμήνυσε. Περιτέμνου δὴ καὶ ἀπεκδύου τὸ σῶμα μετὰ Χριστὸν, κατὰ τὸν λέγοντα Παῦλον, ὅτι Περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ· καὶ οὕτω περιτεμνόμενος ἅπασαν φιλοχρηματίαν, φιλοδοξίαν, φιληδονίαν, τῆς μὲν πρὸς Θεὸν ἐμπίπλασο τροφῆς εἰς οὐρανὸν ἀναγούσης, ἐλευθερούσης ἀπὸ πονηρῶν ἀρχόντων, λυούσης ἀπὸ πόνων χαλεπῶν, ἔνδοξον καὶ μακαρίαν σοι τὴν εἰς Θεὸν ἐπάνοδον χαριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.