Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Ο συμβολισμός των αζύμων, η πνευματική ανάπαυση και η δοξολογία

Η σημασία των αζύμων ως αποχής από την κακία, η ερμηνεία των επτά ημερών ως συμβόλου του βίου, η αληθινή τήρηση του Σαββάτου και η καταληκτική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Μετὰ δὲ τὴν τοιαύτην μετάληψιν τοῦ θείου βρώματος τὸ τρίτον ἴδωμεν, ὁποῖον εἶναι δεῖ καὶ τὸν βίον τοῦ μετεσχηκότος ἁγίας τροφῆς· ὑποδείκνυσι δὲ τοῦτον τὰ ἄζυμα καὶ αἱ τῶν ἀζύμων ἡμέραι. Ἰουδαῖοι μὲν οὖν περὶ τῶν ἀζύμων σπουδαζέτωσαν καὶ τὰς ἑπτὰ νομιζέτωσαν ἡμέρας παρέχειν αὐτοῖς τι θαυμάσιον, ὅτι ζυμωτὸν οὐκ ἐσθίουσιν οὐδὲ ἔχουσι παρ᾽ ἑαυτοῖς, οὐδεμίαν ἔχοντες ὠφέλειαν ἀπὸ τοῦ πράγματος ἐπιδεῖξαι, τύπον γὰρ ἐπιτελοῦσιν, οὐκ ἀλήθειαν· σὺ δὲ σκόπει τὸ ἄζυμον, καθὰ τῷ ἀποστόλῳ προείρηται καὶ ἡμεῖς ἐπεσημηνάμεθα, τὴν 〈εἰλικρινῆ〉 καὶ καθαρὰν ἀπὸ πάσης κακουργίας ψυχήν, τὸν καινὸν τρόπον καὶ μηδὲν τῆς παλαιᾶς κακίας ἐπαγόμενον, εἰς ὃ καὶ καλῶς εἰρημένον φαίνεται τὸ 〈«Ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ»〉· κακίας γὰρ παλαιᾶς ἐπανάληψις ὄλεθρος τῷ πρὸς τὴν καινότητα μετηγμένῳ· 〈«Εἰ κατὰ σάρκα ζῆτέ»〉 φησι 〈«μέλλετε ἀποθνῄσκειν»〉.

Τί δὲ τὸ τῶν ἑπτὰ σύμβολον ἡμερῶν· 〈«Διό»〉 φησιν 〈«ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα»〉; Ἑπτὰ συμβέβηκεν ἡμέρας εἶναι τὸν ἅπαντα χρόνον· μετὰ γὰρ τὴν ἑβδόμην, ἥτις ἐστὶ τὸ σάββατον, ἐπάνοδος τῆς πρώτης γίνεται, καὶ οὕτως ὁ κύκλος τοῦ χρόνου διὰ τῶν ἑπτὰ πρόεισιν ἡμερῶν εἰς ἑαυτὸν ἀνακυκλούμενος. Πάντα δὴ τὸν χρόνον 〈«ἐν ἁπλότητι καὶ εἰλικρινίᾳ»〉 ἔδει σε ζῆν, καὶ τοῦτο σωτήριον ἀληθῶς· 〈«Εἰ»〉 γὰρ 〈«πνεύματί»〉 φησι 〈«τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε»〉.

Ἁπλοῦς δὲ ὁ τρόπος τοῦ μὴ ζητοῦντος τὰ σαρκικά, ἀκακοήθης, ἀπάνουργος, μηδὲν κακόν, μηδὲν πικρὸν ἐννοῶν· διὰ τί δὲ τὴν πρώτην ἡμέραν καὶ ἑβδόμην ἐξαιρέτως ἁγίας καλεῖ λέγων. 〈«Ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν»〉; Ὅτι πρώτη μὲν ἡμέρα δηλοῖ τὴν ἀρχήν, καθ᾽ ἣν ἁγιαζόμεθα τὸ πνεῦμα τὸ ἅγιον ὑποδεχόμενοι, ἑβδόμη δὲ τὸ τέλος σημαίνει, ἡνίκα δὴ ἀπὸ σώματος ἀναλύσαντες γινόμεθα σὺν τῷ Χριστῷ καὶ ἐπιδημοῦμεν τῷ κυρίῳ, καταλιπόντες τὴν ἐκδημίαν τὴν ἐπὶ γῆς, ὅλοι δὲ πρὸς τὴν ἁγιότητα μεταστάντες· 〈«Ἐνδημοῦντες»〉 γάρ φησι 〈«τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου»〉.

Τὰς δὲ ἁγίας ταύτας ἡμέρας ἀνειμένας ἔργων ὁ νόμος εἶναι βούλεται· 〈«Πᾶν»〉 γὰρ 〈«ἔργον»〉 φησὶν 〈«οὐ ποιήσετε ἐν αὐταῖς»〉, ὅπερ δηλοῖ μὴ συγκάμπτεσθαι τὴν ψυχὴν περὶ τὰς πραγματείας τὰς ἐπιγείους μηδὲ δουλείαν ὑπομένειν ἀνάρμοστον τῇ θεοῦ δουλείᾳ, ἀλλ᾽ ἐκεῖνα καὶ μόνα ποιεῖσθαι διὰ σπουδῆς καὶ περὶ ἐκεῖνα συντείνεσθαι τὴν ψυχήν, ὅσα αὐτῇ πρὸς ὠφέλειάν ἐστι, καὶ τούτου πάλιν σύμβολον τὸ 〈«Πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν»〉· διόπερ ὁ κύριος ἐπὶ τὴν ἑρμηνείαν ἄγων τῆς ἀνέσεως τῆς νομικῆς, ὅτι τῶν εἰς ματαιότητα συντεινόντων ἔργων ἐδίδου τὴν ἀργίαν, οὐ τῶν εἰς ψυχῆς ὠφέλειαν ἡκόντων, προὔτεινε τοῖς Φαρισαίοις· 〈«Ἔξεστιν ἐν σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;»〉 Εἰ δὲ καλῶς καὶ κατὰ Χριστὸν ἐθέλεις τηρεῖν τὸ σάββατον καὶ τὴν ἄνεσιν τὴν ἑορταστικήν, κοσμικῶν σπουδασμάτων καὶ διαπράξεων ἀφίστασο, φρόντιζε δὲ καὶ πράττε τὰ τοῦ θεοῦ καὶ τὰ εἰς ψυχῆς ὠφέλειαν, καὶ οὕτω σαββατίσεις σάββατον ἅγιον ἀληθῶς καὶ ἑορτάσεις ἁγίαν ἑορτήν, εἰκόνα τῆς παρὰ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.