Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Το οδοιπορικό σχήμα της μετάληψης του πάσχα

Αλληγορική ερμηνεία της ενδυμασίας του οδοιπόρου (ζώνη, υποδήματα, ράβδος) και της σπουδής κατά τη βρώση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Οὕτω μὲν δὴ προαποθέμενος τὸν παλαιὸν ἄνθρωπον ἐν τῇ χάριτι τοῦ βαπτισμοῦ καὶ τῇ προθυμίᾳ τῶν πνευματικῶν πράξεων προσελεύσει καὶ μεθέξεις Χριστοῦ· δεύτερον δὲ ἰδεῖν ἔστιν ὁποῖοί τινες ὑπὸ τοῦ νόμου στέλλονται πάντες οἱ τοῦ πάσχα μεταλαμβάνοντες, ἵνα καὶ ὁποίους ἡμᾶς εἶναι δεῖ Χριστοῦ μεταλαμβάνοντας ἐπιγνῶμεν· 〈«Οὕτω»〉 φησὶ 〈«φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν»〉. Ὁδοιπορικὸν τὸ σχῆμα εὐσταλῆ καὶ εὔζωνον ὑποδείκνυσι καὶ ἕτοιμον τρέχειν εἰς ἐπαγγελίας θεοῦ, ὥσπερ ὁ Ἰσραὴλ τότε πρὸς τὴν ἐπαγγελίαν τῆς γῆς τῆς ἀγαθῆς ὁδίτης ἐστέλλετο· σκόπει δέ μοι τὸν πνευματικὸν ὁδοιπόρον παρ᾽ ἐκεῖνον ὅσην ἔχει τὴν ὑπεροχήν, οὐκ ἐπὶ τὴν κάτω σπεύδων γῆς ἐπαγγελίαν, οὐ τὰ πρόσκαιρα μεταδιώκων καλά, οὐ γῆν ἀντὶ γῆς ἀλλαττόμενος, Ἰουδαίαν ἀντ᾽ Αἰγύπτου, ἀλλὰ τί φησιν ὁ τοιοῦτος ὁδοιπόρος περὶ τῆς ὁδοιπορίας τῆς ἑαυτοῦ; 〈«Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως»〉.

Ὀσφὺς οὖν περιεζωσμένη τῇ 〈«ἀληθείᾳ»〉 κατὰ τὸν ἀπόστολον· οὕτω γὰρ ἔσῃ πρὸς τὸν δρόμον τὸν ἀγαθὸν εὔζωνος, ἐὰν πάντα τὰ παρόντα 〈ματαιότητα〉 καὶ 〈ψεῦδος〉 ὑπολαβὼν κατὰ τὸν Δαυὶδ τὴν μέλλουσαν ἀλήθειαν ἐπιζητοίης κἀκείνης ἔχοις τὸν πόθον.

Πόδες δὲ ὑποδεδεμένοι τῇ 〈«ἑτοιμασίᾳ»〉 φησὶ 〈«τοῦ εὐαγγελίου τῆς εἰρήνης»〉, πρὸς πάντα δρόμον ἀγαθὸν εὐτρεπεῖς, δι᾽ οὗ τὴν εἰρήνην τὴν πρὸς θεὸν βεβαιοῦμεν ἑαυτοῖς, καθά φησιν ὁ ἀπόστολος· 〈«Εἰρήνην ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ»〉, καὶ 〈«Δι᾽ ὑπομονῆς τρέχομέν»〉 φησι 〈«τὸν προκείμενον ἡμῖν ἆθλον»〉, καὶ 〈«Οὕτω τρέχω ἵνα καταλάβω»〉. 〈«Βακτηρίαι»〉 δὲ ἐκείνοις 〈«ἐν χερσὶ»〉, 〈πίστις καὶ〉 ἐλπὶς ἡ εἰς θεόν, στήριγμα ψυχῆς, οὐκ ἐῶσαι ταῖς θλίψεσιν ἔσεσθαι, καθάπερ ὁ Παῦλος εἴρηκεν, ἀλλὰ στηρίζουσαι βεβαίως εἰς τὸ μὴ σαλεύεσθαι. 〈«Ἔδεσθε»〉 δὲ αὐτὸ 〈«μετὰ σπουδῆς· πάσχα ἐστὶ κυρίου»〉, οὐ ῥᾴθυμος οὐδὲ πρὸς ἡδονὴν τροφή, οὐκ ἀνειμένον οὐδὲ κατακεκλιμένον ἀλλ᾽ ἐγηγερμένον ἐχόντων τὸ φρόνημα καὶ συντεταμένον, διότι τῆς ὀλοθρευτικῆς τιμωρίας ὑπέρβασιν ἡμῖν παρέχει, τοῦ κυρίου ταύτην δωρουμένου· διό φησι· 〈«Πάσχα ἐστὶ κυρίου»〉, ὅπερ ἕτερος ἑρμηνεύων ἄντικρυς εἴρηκεν· 〈«Ὑπέρβασίς ἐστι τῷ κυρίῳ»〉.