Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η υπέρβαση του ιουδαϊκού τύπου και η αλήθεια του χριστιανικού Πάσχα

Η μετάβαση από το ιουδαϊκό Πάσχα στην επουράνια αλήθεια και η ερμηνεία της εορτής ως πνευματικής απαλλαγής από τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Πάσχα μὲν γήϊνον ἑορτάζουσιν Ἰουδαῖοι τὸ οὐράνιον ἀρνησάμενοι, πάσχα δὲ οὐράνιον ἑορτάζοντες ἡμεῖς τὸ γήϊνον ὑπερβεβήκαμεν· καὶ τὸ μὲν παρ᾽ ἐκείνοις ἐπιτελεσθὲν σωτηρίας πρωτοτόκων τῶν ἐν Ἰουδαίοις σύμβολον ἦν, ὅτε τοῖς Αἰγυπτίοις πρωτοτόκοις οὐ συναπώλετο τὰ Ἰουδαίων αἵματι τοῦ θύματος τοῦ πάσχα συμβολικῶς τηρηθέντα, τὸ δὲ παρ᾽ ἡμῖν ἐπιτελούμενον πάσχα τῆς ἁπάντων ἀνθρώπων σωτηρίας ἐστὶν αἴτιον, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπλάστου, ὃς ἐν ἅπασίν ἐστι σωζόμενος καὶ ζωογονούμενος. Τὰ δὲ μέρη τῶν τελείων καὶ τὰ πρόσκαιρα τῶν αἰωνίων εἰκόνες καὶ τύποι προεμελετᾶτο πρὸς τὴν νῦν ἀνατείλασαν ἀλήθειαν σκιογραφούμενα· ἀληθείας δὲ παρούσης ὁ τύπος ἄκαιρος, ὥσπερ βασιλέως ἐπιδημήσαντος 〈οὐδεὶς〉 αὐτὸν ἐάσας τὸν ζῶντα βασιλέα τὴν εἰκόνα προσκυνεῖν ἀξιοῖ. Ἦ δήλη δὴ αὐτόθεν ἡ τοῦ τύπου παρὰ τὴν ἀλήθειαν ἐλάττωσις, ὅπου γε ὁ μὲν τύπος ὀλιγοχρόνιον ζωὴν ἑορτάζει τὴν τῶν Ἰουδαίων πρωτοτόκων, ἡ δὲ ἀλήθεια τὴν διηνεκῆ ζωὴν τὴν ἁπάντων ἀνθρώπων· οὐ γὰρ μέγα τὸ θάνατον πρὸς βραχὺ διαφυγεῖν τῷ μικρὸν ὕστερον ἀποθανουμένῳ, μέγα δὲ τὸ καθόλου θάνατον ἀποφυγεῖν, ὅπερ ἡμῖν περιγίνεται, οἷς 〈«τὸ πάσχα ἐτύθη Χριστός»〉.

Καὶ αὐτό γε τὸ τῆς ἑορτῆς ὄνομα πλείστην ἔχει τὴν ὑπεροχὴν ἐπὶ τῆς ἀληθείας ἑρμηνευόμενον· ὑπέρβασις μὲν γάρ ἐστι καθ᾽ ἑρμηνείαν τὸ πάσχα, ὅτε ὑπερέβη τοὺς Ἑβραίων οἴκους ὁ τὰ πρωτότοκα παίων ὀλοθρευτής, ὑπέρβασις δὲ τοῦ ὀλοθρευτοῦ παρ᾽ ἡμῖν ἀληθής, ὅταν καθάπαξ ἡμᾶς ὑπερβαίνῃ πρὸς τὴν αἰώνιον ζωὴν ἀνισταμένους ὑπὸ Χριστοῦ.

Οὕτω μὲν δὴ τὴν ὅλην ὑπόθεσιν τοῦ πάσχα θεωρεῖσθαι χρὴ πνευματικῶς καὶ πιστεύεσθαι κατὰ τὰς ἀποστολικὰς ἐξηγήσεις· ποθεῖ δὲ ὁ πιστὸς καὶ τὴν ὅλην ὑποτύπωσιν κατανοῆσαι πῶς ἔχει πρὸς τὴν ἀλήθειαν καὶ ὡσπερεὶ θεωρῆσαι τὰ καθ᾽ ἑαυτὸν πνευματικὰ διὰ τῶν τότε σωματικῶν, ἵν᾽ αὐτῷ καὶ τὰ τοῦ νόμου πάντα οἰκείως ἔχῃ νοούμενα κατὰ Χριστὸν καὶ διὰ τοῦ πνευματικοῦ τὸ σωματικὸν ἐμφανέστερον γένηται καὶ καθάπερ ζωγραφούμενον ἐν τοῖς ὁρατοῖς ἐκφανῇ τὸ ἀόρατον.