Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Η τυπολογία του χρόνου: Ο πρώτος μήνας και οι ημέρες προετοιμασίας του αμνού

Η ερμηνεία της επιλογής του πρώτου μήνα ως απαρχής της εν Χριστώ ζωής και η αλληγορική αντιστοίχιση των πέντε ημερών προετοιμασίας με τις ιστορικές περιόδους του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὅτε τοίνυν ἔμελλε τὴν δεκάτην ἐπάγειν πληγὴν Αἰγυπτίοις ὁ θεός—αὕτη δὲ ἦν ὁ τῶν πρωτοτόκων θάνατος—, ἔλεγεν πρὸς τὸν Μωϋσῆν· 〈«Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν· πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ»〉, καὶ διέταττεν ἐφ᾽ ἑξῆς τὴν τοῦ πάσχα θυσίαν καὶ τὴν τοῦ αἵματος χρῖσιν ἐπὶ τῶν θυρῶν· καὶ τῇ μὲν τούτου χρίσει σωτηρίαν τῶν πρωτοτόκων ἐπηγγέλλετο· τί δὲ τοῦτό ἐστιν εὐθὺς ἐπὶ τῆς ἀληθείας θεωρούμενον τὸ ἀρχὴν ἐνιαυτοῦ τὸν καιρὸν ἐκεῖνον ὁρίζεσθαι, ἐν ᾧ τὸ πάσχα καὶ ἡ σωτηρία τῶν πρωτοτόκων; ὅτι καὶ ἡμῖν ἀρχὴ ζωῆς αἰωνίας ἡ τοῦ ἀληθινοῦ πάσχα θυσία— αἰῶνος γὰρ ὁ ἐνιαυτὸς σύμβολον, διότι κύκλῳ περιιὼν αὐτὸς εἰς ἑαυτὸν ἀεὶ στρέφεται καὶ εἰς τέλος οὐδὲν ἀποπαύεται—καὶ 〈«πατὴρ τοῦ μέλλοντος αἰῶνός»〉 ἐστι προσαχθεὶς ὑπὲρ ἡμῶν θυσία Χριστὸς καὶ τὸν πρότερον ἅπαντα βίον ἡμῶν ἄκαιρον ποιῶν ἀρχὴν ἑτέρου διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας δίδωσι καθ᾽ ὁμοιότητα τοῦ ἰδίου θανάτου καὶ τῆς ἀναστάσεως.

Ὥστε πᾶς ὁ γινώσκων τὸ τεθυμένον ὑπὲρ αὐτοῦ πάσχα ἀρχὴν ἑαυτῷ ζωῆς ὑποτιθέσθω ταύτην, ἀφ᾽ οὗ τέθυται Χριστὸς ὑπὲρ αὐτοῦ· τέθυται δὲ ὑπὲρ αὐτοῦ τότε, ἡνίκα ἂν ἐπιγνῷ τὴν χάριν καὶ συνῇ τὴν διὰ τῆς θυσίας ἐκείνης ζωήν· καὶ τοῦτο γινώσκων τῆς νεαρᾶς ὀρεγέσθω ζωῆς λαμβάνειν τὴν ἀρχὴν καὶ μηκέτι ἀνατρεχέτω πρὸς τὴν παλαιάν, ἧς ἐπὶ τέλος ἔφθασεν· 〈«Οἵτινες»〉 γὰρ 〈«ἀπεθάνομέν»〉 φησι 〈«τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;»〉 Τὸ μὲν δὴ τῆς ἀρχῆς τοῦ ἐνιαυτοῦ σύμβολον τοιοῦτον· 〈«δεκάτῃ»〉 δὲ 〈«τοῦ μηνὸς»〉 κελεύει λαμβάνειν ἕκαστον πρόβατον κατ᾽ οἰκίαν καὶ τοσούτους εἶναι ἐπὶ τῆς οἰκίας τοὺς ἐσθίοντας ὡς ἐξαρκεῖν εἰς τὴν βρῶσιν καὶ μηδὲν περισσεῦσαι, θύεσθαι δὲ 〈«τῇ τεσσαρεσκαιδεκάτῃ»〉 τὸ πρόβατον 〈«πρὸς ἑσπέραν»〉. Οὐκοῦν πέντε μὲν ἡμέρας σύνεστι τὸ θῦμα τοῖς μέλλουσι σώζεσθαι δι᾽ αὐτοῦ· περαιουμένης δὲ τῆς πέμπτης, τὸ μὲν ἱερεῖον θύεται, ὁ δὲ θάνατος ὑπερβαίνει, ὁ δὲ σωθεὶς ἀπολαύει διηνεκοῦς φωτός, διά τε νυκτὸς ὅλης λαμπούσης σελήνης καὶ τοῦ ἡλίου τὴν σελήνην διαδεχομένου, τοῦτο γὰρ ἐν πεντεκαιδεκάτῃ καὶ πανσελήνῳ γίνεται.

Τὰ δὲ πέντε διαστήματα ταῦτα τὸν ἅπαντα δείκνυσι χρόνον τοῦ κόσμου διαιρούμενον εἰς πέντε, εἴς τε τὸν ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τὸν ἀπὸ Νῶε μέχρι Ἀβραὰμ καὶ τὸν ἐξ Ἀβραὰμ ἐπὶ Μωϋσῆν καὶ τὸν ἀπὸ Μωϋσέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν καὶ πέμπτον 〈τὸν〉 αὐτῆς τῆς παρουσίας· ἐν ᾧ χρόνῳ παντὶ προὔκειτο μὲν ἀνθρώπῳ ἡ διὰ τοῦ μακαρίου θύματος σωτηρία, οὔπω δὲ ἐτελεῖτο, ἐν δὲ τῷ πέμπτῳ διαστήματι τοῦ χρόνου τὸ πάσχα τὸ ἀληθὲς ἐθύετο καὶ ὁ δι᾽ αὐτοῦ σωζόμενος πρωτόγονος ἄνθρωπος εἰς τὸ διηνεκὲς ἐξῄει φῶς· καὶ τό γε μὴ ἐπ᾽ αὐτῆς τῆς ἑσπέρας ἀλλὰ 〈«πρὸς ἑσπέραν»〉 τὸ πάσχα θύεσθαι ἐδήλου τὸ μὴ ἐν αὐτῷ τῷ τέλει τοῦ πάροντος αἰῶνος ἀλλὰ πρὸς αὐτὸ [τὸ] πάσχειν Χριστόν.

Διῃρημένον δὲ οὕτω τὸν χρόνον ἔδειξεν ἡ παραβολὴ 〈Χριστοῦ〉 τεμόντος εἰς πέντε τὴν ἡμέραν καὶ τοὺς κεκλημένους εἰς τὸν ἀμπελῶνα, τοῦτ᾽ ἔστιν εἰς τὴν τῆς δικαιοσύνης ἐργασίαν, φάσκοντος καλεῖσθαι τοὺς μὲν ὑπὸ τὴν πρώτην ὥραν, τοὺς δὲ ὑπὸ τρίτην, τοὺς δὲ ὑπὸ ἕκτην, τοὺς δὲ ἐννάτην, τοὺς δὲ ἑνδεκάτην· καὶ γὰρ ἦσαν διάφοροι κλήσεις αὗται καὶ διάφορα δικαιώματα, ἕτερον μὲν τὸ ἐπὶ Ἀδάμ, ἕτερον δὲ τὸ ἐπὶ Νῶε, ἄλλο τὸ ἐπὶ Ἀβραάμ, ἄλλο τὸ ἐπὶ Μωϋσέως, τελευταῖον δὲ καὶ τελεώτατον τὸ ἐπὶ τῆς Χριστοῦ παρουσίας, ὅτε καὶ τῶν ἔργων ὁ μισθὸς ἀποδίδοται πρώτοις τοῖς τελευταίοις κατὰ τὴν σωτήριον παραβολήν, ἐπεὶ πρῶτοι τὴν ἀναγέννησιν ἡμεῖς ἐν βαπτίσματι κομιζόμεθα, οἷς 〈«ἐτύθη Χριστός»〉, ἐφ᾽ ᾧ ἀνέστη καὶ τὸ πνεῦμα τὸ ἅγιον εἰς ἀνακαίνισιν ἡμῶν ἐνεφύσησεν.