Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα
Ανασκευή ιουδαϊκών και αιρετικών πλανών
Έλεγχος των παραδόσεων των Ιουδαίων, των Ναυατιανών και των Μοντανιστών, και ανάδειξη του ορθού εκκλησιαστικού κανόνα έναντι των παρερμηνειών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ανασκευή ιουδαϊκών και αιρετικών πλανών
Έλεγχος των παραδόσεων των Ιουδαίων, των Ναυατιανών και των Μοντανιστών, και ανάδειξη του ορθού εκκλησιαστικού κανόνα έναντι των παρερμηνειών.
Οὔτε γὰρ Ἰουδαῖοι μίαν ἡμέραν ἐμπρόθεσμον πρὸς τὴν τοῦ πάσχα τελεσιουργίαν τηροῦσιν, ἀλλὰ καὶ τὸν 〈πρῶτον〉 μῆνα, ὡς οἴονται, τὸν καθ᾽ ἥλιον, καὶ σελήνης τεσσαρεσκαιδεκάτην. Αὐτίκα γοῦν, εἰ συμβαίη τεσσαρεσκαιδεκάτην κατὰ σελήνην παρ᾽ αὐτοῖς ἐμπεσεῖν μήπω ἐνστάντος πρώτου μηνός, ὑπερτίθενται ταύτην τὴν τεσσαρεσκαιδεκάτην καὶ ἐμβόλιμον τριακάδα κατὰ σελήνην ποιοῦντες ἄλλην τεσσαρεσκαιδεκάτην διὰ τὸν ἡλιακὸν πρῶτον μῆνα παραλαμβάνουσιν, ἵνα συνδρομῆς γενομένης τοῦ τε πρώτου χρόνου καὶ τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην δόξωσιν ἀπαρτίζειν τὸ βούλημα. Οὐκοῦν, ἄδελφε, ὁρᾷς ὅτι καὶ Ἰουδαῖοι τοῦτο σπουδάζουσι καὶ κοινὸν ἡμῖν τοῦτο ἐσχήκασι τὸ μὴ μίαν ἡμέραν ζητεῖν πρὸς τὴν τελετὴν ἀλλὰ χρόνους πολλούς.
Τεσσαρεσκαιδεκάτη δὲ αἵρεσίς ἐστι· σὺν Ἰουδαίοις ποιοῦντες τὸ πάσχα καὶ αὐτοὶ τὸ αὐτὸ ἐκείνοις πεπόνθασιν. Ναυατιανοὶ δοκοῦσιν ἄλλως πως τὰ καθ᾽ ἡμᾶς ἠρέμα μιμεῖσθαι· δουλεύουσι μὲν γὰρ καὶ αὐτοὶ τῇ προθεσμίᾳ τῶν Ἰουδαίων καὶ πρῶτον μῆνα, ὡς ἐκεῖνοι νομίζουσι, καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην τὴν παρ᾽ ἐκείνοις μεταδιώκοντες, ἀλλ᾽ οὐχ ἕως τούτου γε ἵστανται, ἀλλ᾽ ὅταν ἐν τούτοις γένωνται, καὶ ἐπὶ τὴν τριήμερον ἔρχονται, εἰ καὶ μάλιστα ἀκύρως καὶ οὐ καθ᾽ ἁρμονίαν ἐκκλησιαστικήν, ὡς δειχθήσεται.
Ἔστι τις ἄλλη αἵρεσις ἡ τῶν Μωντανιστῶν, ἥτις δῆθεν μὲν ἀποδύεται τὸ μετὰ Ἰουδαίων ποιεῖν, ἀφέστηκε δὲ σὺν τούτῳ καὶ τῆς ἐκκλησίας εἰς ἴδιον κίνδυνον· τεσσαρεσκαιδεκάτην γὰρ μηνὸς τοῦ πρώτου φυλάττει, τουτέστι μηνὸς ἑβδόμου κατὰ Ἀσιανούς, οὐ τεσσαρεσκαιδεκάτην δὲ σελήνης, οὐκ οἶδα πόθεν λαβοῦσα τοῦτον τὸν θεσμόν. Ὁ μὲν γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ἐν τῷ πάσχα τῶν Ἰουδαίων τεσσαρεσκαιδεκάτην ἐχούσης τῆς σελήνης ἐν μηνὶ τῷ πρώτῳ, ἐν ταύτῃ τῇ τεσσαρεσκαιδεκάτῃ ἐν τῷ πάσχα τῶν Ἰουδαίων [ὁ Χριστὸς] ἔπαθεν· πόθεν οὖν αὕτη ἡ δυσώνυμος αἵρεσις τὴν τεσσαρεσκαιδεκάτην ἀπὸ τοῦ ἡλιακοῦ μηνὸς οὐκ ἀπὸ τοῦ σεληνιακοῦ εἴληφεν ἢ δηλονότι παρὰ τοῦ ἀπατήσαντος δαίμονος; Πλὴν καὶ αὐτή, εἰ καὶ ἐκπέπτωκε τοῦ ἐκκλησιαστικοῦ ἀριθμοῦ, ἀλλ᾽ ὅμως ἔνθεν ἐπὶ τὴν τριήμερον ἤκει. Καὶ ἐρρίφθω μὲν αὕτη· ἐπειδὴ δὲ ἐδίδαξα ὅτι πᾶσα αἵρεσις σπεύδει δῆθεν τὰς προθεσμίας συναγαγεῖν πλέον ἢ ἔλαττον, θέλω λοιπὸν ἐλέγξαι τοὺς Ἰουδαίους πρότερον, εἶθ᾽ οὕτω τὰς αἰτίας τῆς τῶν Χριστιανῶν συναγωγῆς ἐξειπεῖν.
Ἕστηκεν ἐπὶ τῆς ἐκκλησίας αὕτη ἡ προθεσμία τοῦ πάθους ἰσημερία ἐαρινή, τεσσαρεσκαιδεκάτη μέν, τοῦτο κατὰ σελήνην, τριήμερος δὲ παρασκευὴ σάββατον κυριακή. Τούτων περὶ τὸν τόπον χρῄζομεν, καὶ οὕτω κυρίως γίνεται, οὐ κατὰ καινότητα ἄλλως ἀλλὰ κατὰ παράδοσιν αὐτοῦ τοῦ Μωϋσέως τῆς κατὰ σελήνην τεσσαρεσκαιδεκάτης μετ᾽ ἰσημερίαν φυλαττομένης.
Ἔχω μάρτυρας σοφοὺς Ἑβραίους. Οὐ γὰρ νῦν τῇ τῶν Ἰουδαίων ἀφροσύνῃ προσέχειν χρή—πάντα γὰρ τὰ τοῦ νόμου δίκαια ἐξηφάνισαν αὐτοί—, ἀλλὰ τῶν σοφῶν Ἑβραίων ἱστορούντων ἀκούειν προσήκει· καὶ ἐκείνων ἀνάγκη τὴν ψῆφον ὁρίζειν καὶ ἐκκηρύττειν μὲν τούτους ὡς παραβάτας, συνιστάνειν δὲ τὸν ἡμέτερον λόγον κἀκεῖθεν ἱκανῶς μαρτυρούμενον.
Ἰουδαῖοι μὲν γὰρ πάντα τὰ ἀγαθὰ ἐξεχωρίσαντο· αὐτίκα γοῦν καὶ τὰς γραφὰς δύο καὶ ἑβδομήκοντα σοφῶν μεταβαλόντων ἠθέτησαν. Τοσοῦτοι γὰρ Ἰουδαῖοι πρὸς τὴν τοιαύτην ἱστορίαν ἠσχόληντο ἀρχαῖοι πρὸ τῆς τοῦ σωτῆρος παρουσίας ἀριστίνδην ὑπὸ ἀρίστων ἐξειλεγμένοι πρὸς τὴν μεταβολὴν τῶν γραφῶν ἔτι καὶ τότε ἐν ἑβραϊκοῖς χαρακτῆρσιν οὐσῶν εὐδοκίμως, καὶ ἐδοκιμάσθη ἡ ἑρμηνεία, καὶ ἀραὶ ὑπὸ πάντων τῶν Ἑβραίων ἐτέθησαν, εἴ τις τὴν ἑρμηνείαν παρακινήσειεν. Καὶ ταύτας διὰ ταῦτα ἡμεῖς περιέπομεν ἀκούοντες Μωϋσέως λέγοντος 〈«Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα»〉, οὐκέτι δὲ δύο, ἀλλ᾽ ἐπὶ ἑβδομήκοντα δύο μαρτύρων τὴν μεταβολὴν ἀσμενίσαντες. Ἀλλ᾽ εἰς ὅσον μὲν οἱ σοφοὶ περιῆσαν τῶν Ἰουδαίων, τὰ τῆς μεταβολῆς ἐκρατύνετο· γενομένης δὲ λοιπὸν τῆς κατὰ τοῦ σωτῆρος παρανομίας, ἀπεσβέσθη τὰ παρὰ Ἰουδαίοις πάντα κάλλη. Προφήτης ἐστὶν ὁ κηρύττων 〈«Ἰδοὺ δὴ κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν»〉.
Τοῦτο τὸ προφητικὸν λόγιον κατέλαβε τὴν τῶν Ἰουδαίων πληθύν· καὶ ἐρημίᾳ συνέσεως, ἐρημίᾳ προφήτου ὑποδεικνύντος τὰ σώζοντα καὶ τὰς τῶν ἰδίων σοφῶν παραδόσεις ἠφάνισαν καὶ τῶν ἀρῶν κατεφρόνησαν καὶ τὰ τοῦ νόμου λοιπὸν ἐκινδύνευσε δίκαια. Ὡς οὖν τὰς γραφὰς μετεκίνησαν καὶ τὴν ἑρμηνείαν τῶν σοφῶν ἐκείνων ἠθέτησαν ἑνός τινος προσηλύτου πεισθέντες μεταβολῇ ἐπ᾽ ἀθετήσει τοσούτων ἀνδρῶν καὶ ἀρῶν, οὕτω καὶ τὴν προθεσμίαν τοῦ πάσχα διέφθειραν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.