Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Το σωτήριο Πάθος και η ανακεφαλαίωση του χρόνου

Η ανακαίνιση της ανθρώπινης φύσης και η θεραπεία του χρόνου μέσω του σταυρικού θανάτου, με ανάλυση των συμβολισμών της ισημερίας, της πανσελήνου και της Παρασκευής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 6

Τούτων δὴ οὕτως ἐχόντων καὶ ἀπολλυμένης τῆς φύσεως, βουληθεὶς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σὺν πατρικῇ γνώμῃ ἐπαναγαγεῖν τὸν ἄνθρωπον καὶ τῆς ἐπηρτημένης δίκης ἐξαρπάζειν αὐτόν, καὶ καιρὸν τῆς βοηθείας καὶ τρόπον ἐπινοεῖ, καιρὸν μὲν ἵν᾽ εὐκαίρως ἐπιστῇ πρὸς τὴν ἴασιν, τρόπον δὲ ἵνα κατάλληλος αὐτὸς πρὸς τὴν ἐκκαθάρσεως ἀποκατάστασιν γένηται, καὶ δὴ γενόμενος ἄνθρωπος μετὰ τοῦ μεῖναι θεὸς τὸ παγκόσμιον πάθος ὑπέμεινεν. Εἶπον πολλάκις περὶ τούτου τοῦ θύματος, πολλὰ ἔλεγον πρῴην, ἐξ αὐτῶν τῶν Ἰουδαίων πρὸς Ἰουδαίους καὶ ἐξ αὐτῶν τῶν Ἑλλήνων πρὸς Ἑλλήνας τὰς ἀποδείξεις ποιούμενος, καὶ ἀποτρόπαιον τοῦτο τὸ σφάγιον καὶ καθαιρετικὸν καὶ δαιμόνων καὶ κινδύνων καὶ ἐχθρῶν καὶ πάσης αἰσχρότητος τοῖς πράγμασιν ἐμφαίνων, ἵνα μὴ πάλιν τὸν πρὸς ἐκείνους ἄρτι ἀναλαβὼν λόγον ἐμποδίσω ἐμαυτὸν πρὸς τὸν προκείμενον τοῦ λόγου εἱρμόν. Ἐπειδὴ οὖν ἠβουλήθη ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ἀνάστασιν τῷ ἐκπεπτωκότι ἀνθρώπῳ πορίσασθαι καὶ ἀνανεώσασθαι τοῦτον καὶ τῷ πάθει τῷ ἰδίῳ ἐπὶ τὸν πρῶτον ἀνακτίσαι τρόπον, βλέπε τί πράττει. Ἐπειδὴ αὐτὸς ἦν τοῦ πρώτου δημιουργός, ἔμελλεν αὐτοῦ καὶ πεσόντος εἶναι θεραπευτὴς ἐπὶ διορθώσει ὅλης τῆς φύσεως.

Προσάγει μὲν τῷ πάθει ἑαυτόν, ὅλον δὲ χρόνον παραλαμβάνει πρὸς ἀνανέωσιν, ὅνπερ καὶ πρὸς τὴν κτίσιν παρείληφεν, ἵνα καὶ τὸ τέλος τῇ ἀρχῇ σύμφωνον φάνηται καὶ ὁ τρόπος τοῦ δημιουργοῦ ὁ αὐτός.

Ἠβουλήθη γάρ, ἐπείπερ καὶ χρόνον καθαρώτατον ὑπεστήσατο ἐπὶ τῇ τοῦ πρώτου ἀνθρώπου πλάσει, οὗτος δὲ ὁ πρῶτος χρόνος ἐμολύνθη διὰ τῆς παραβάσεως σὺν αὐτῷ τῷ παραβάντι φθαρεὶς καὶ μεμολυσμένον λοιπὸν τὸν ἑξῆς αἰῶνα ἀπέδειξεν, αὐτὸν τὸν πρῶτον χρόνον ἐπὶ τῷ κατορθώματι τοῦ ἀνθρώπου παραλαβεῖν, ἵνα σὺν τούτῳ τῇ ἐκ τοῦ πάθους καθάρσει καὶ τὸν ἑξῆς αἰῶνα ἐκ κορυφῆς καθαρώτερον ἀποφήνειεν, ἵνα ἐν ταὐτῷ τὰ πάντα δείξειε καὶ τὴν τοῦ ἀνθρώπου ἀνανέωσιν καὶ τὴν τοῦ αἰῶνος καθαρότητα, καὶ τὸν διορθωτὴν καὶ δημιουργὸν τῆς φύσεως ἐξ αὐτῶν τῶν χρονικῶν συμβόλων σαφῶς ἀποδείξειεν.

Τίς οὖν ὁ πρῶτος χρόνος; τίς ἡ κορυφὴ χρόνου τοῦ πρώτου; Ἰσημερία, ἄδελφε, ὡς ἐδείξαμεν ἡμέρας καὶ νυκτὸς ἴσα τὰ τμήματα ἀπαιτοῦντες, καὶ ἰσημερία ἐαρινή, ὅθεν ὁ τοῦ ἔαρος 〈καιρὸς〉, ἐξ αὐτῆς τῆς κατὰ τὴν ἱστορίαν ἀκολουθίας. Ἱστορεῖ γοῦν ὁ Μωϋσῆς ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐκέλευσεν ὁ θεὸς τὰ ἄνθη καὶ τὰ δένδρα καὶ τὰς βοτάνας γενέσθαι, ἔαρος δὲ σύμβολα ταῦτα συμφωνοῦντα τῇ τέχνῃ ὁδῷ καὶ τάξει τοῦ θεοῦ τὰ πάντα κτίζοντος. Ἐπειδὴ οὖν πρώτη δημιουργία τοῦ ἀνθρώπου μετ᾽ ἰσημερίαν ἐγένετο ἕκτῃ τῆς ἰσημερίας ἡμέρᾳ—τῇ γὰρ παρασκευῇ ἐκτίσθη ὁ ἄνθρωπος—, τὸ δὲ τῆς σελήνης πλησιφαὲς καὶ αὐτὸ μετ᾽ ἰσημερίαν ἐδημιουργήθη τετάρτῃ ἡμέρᾳ, διάπτωσις δὲ ἐξ ἁμαρτίας τοῦ ἀνθρώπου ἐγένετο, διὰ τοῦτο τὴν διόρθωσιν αὐτοῦ καὶ τὴν ἀνανέωσιν ἐπὶ τῆς κατὰ τὴν κτίσιν αὐτοῦ προθεσμίας ἀναλαμβάνει, καὶ ἰσημερίαν καὶ τεσσαρεσκαιδεκάτην τὴν μετ᾽ ἰσημερίαν καὶ ἡμέραν ἕκτην συναγαγών, ἵνα διὰ πασῶν προθεσμιῶν τὴν τοῦ παθόντος ἀνάστασιν δείξειε καὶ τῆς φύσεως ἀνανέωσίν τε καὶ ἀνακεφαλαίωσιν.

Διὰ τοῦτο ὁ ἀπόστολος ταύτην τὴν ἀνακεφαλαίωσιν ἐμφαίνων ὑπὸ τοῦ θεοῦ γινομένην ἔλεγεν· 〈«Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς»〉. Ὁρᾷς πῶς ἀνακεφαλαίωσιν τῶν ἐπὶ γῆς λέγει πρὸς τὰ οὐράνια. Ἐκπτώσεως δὲ τοῦ ἀνθρώπου γενομένης καὶ διαμερισμοῦ ἀπὸ τῆς εὐσεβείας τῶν οὐρανίων ἀγγέλων, εἰς ταύτην ἐπανάγειν διὰ τοῦ πάθους τὴν ἕνωσιν ἡμᾶς προμηθούμενος τί ἄλλο ἢ ἀνακεφαλαίωσιν ἀγαθῶν πραγματεύεται; Διὸ καὶ τοὺς χρόνους τῆς δημιουργίας ἐπὶ τῇ διορθώσει παραλαμβάνει, καὶ μυστήριον ἔχεις ἀκοῦσαι μέγιστον.

Ἐπειδὴ γὰρ δυσχερῶς οὗτοι οἱ χρόνοι συμπίπτουσι κατὰ τὸν πρῶτον τρόπον εἰς μίαν καὶ τὴν αὐτὴν ἑβδομάδα— πρόσεχε γὰρ ὅτι ἡ πρώτη ἑβδομὰς ἐκείνη, ἡ κατὰ τὴν δημιουργίαν φημί, ἐν αὑτῇ εἶχε τὴν μὲν ἰσημερίαν ἐν ἀρχῇ, ἔπειτα τὴν πλησιφαῆ σελήνην κατὰ τὴν τετάρτην ἡμέραν ὑφεστῶσαν, καὶ τὴν ἕκτην εὐθέως, ἐν ᾗ ἐπλάσθη ὁ ἄνθρωπος· οὐ μὴν ἀεὶ τοῦτο συμβαίνειν δύναται κατὰ τὴν μίαν καὶ τὴν αὐτὴν ἑβδομάδα—, ἐπειδὴ δυσχερὲς ἦν καὶ δυσπόριστον ἐν μιᾷ ἑβδομάδι κατὰ τὴν πρώτην δημιουργίαν ταύτας ὑφ᾽ ἓν τὰς προθεσμίας συναγαγεῖν, καὶ τῆς συνδρομῆς τούτων πρὸς τὴν τοῦ πάθους οἰκονομίαν ὁ σωτὴρ ἔχρῃζεν, ἵνα τὴν προκειμένην ἀνακεφαλαίωσιν δείξειεν, διὰ τοῦτο πολλάκις ζητούμενος ὑπὸ τῶν Ἰουδαίων ἀναιρεθῆναι μήπω τῆς συνδρομῆς τῶν χρόνων ἐκπεπτωκυίας ὑπέφυγεν· καὶ ἔχεις ἐν τοῖς εὐαγγελίοις ὅτι ἠθέλησαν αὐτὸν συλλαβεῖν οἱ Ἰουδαῖοι καὶ ὁ σωτὴρ ἀνεχώρησεν. Καὶ τοῦτο οἱ ἀμαθεῖς τὸ μυστήριον δειλίαν ἐνόμισαν· οὐκ ἦν δὲ δειλία ἀλλὰ τῆς συνδρομῆς τῶν προθεσμιῶν ἐπιτήρησις.

Ὅτε μέντοι συνήγαγεν ὁ υἱὸς τοῦ θεοῦ τοὺς χρόνους, ὅτε τὴν ἑβδομάδα πρὸς τὴν ἀρχαίαν δημιουργίαν ἥρμοσε καὶ ἰσημερία καὶ ἡ πλησιφαὴς σελήνη καὶ ἡ παρασκευὴ ἐν ᾗ ἔδει παθεῖν καὶ ἐν τῷ παθεῖν τὴν ἀνανέωσιν δειχθῆναι συνέδραμον, τὸ τηνικαῦτα ἐπιδίδωσι μὲν ἑαυτὸν τῷ πάθει, ἐπάρας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν εἶπεν· 〈«Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε»〉, καὶ πρὸς τοὺς μαθητάς· 〈«Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου»〉.

Οὕτως ἐπιμελὲς γέγονε τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ πάντας τοὺς χρόνους τοὺς πρώτους, καθ᾽ οὓς πλασθεὶς διέπεσεν ὁ ἄνθρωπος, συναγαγεῖν ἐπὶ τῇ διορθώσει αὐτοῦ καὶ τὴν ἀποστολικὴν ἀνανέωσιν τῆς φύσεως ὑποβῆναι, αὐτῆς τῆς συμβολῆς τῶν προθεσμιῶν ἀναγκαίας οὔσης τῷ πράγματι. Διὰ τοῦτο ἐπὶ τῷ πάθει καὶ ἰσημερία οἷα κορυφὴ τοῦ χρόνου τηρεῖται· πρὸ μὲν γὰρ ταύτης τῆς ἰσημερίας, πρὸ τοῦ ἡμέραν γενέσθαι, ἦν σκότος, καὶ οὐκ ἦν ἄξιον ἐν τῷ τόπῳ τοῦ σκότους τὸ πάσχα ποιεῖν καὶ διορθοῦσθαι τὸ πτῶμα, ὅτι μηδὲ ὁ πρῶτος ἄνθρωπος ἐν τῷ σκότει ἀλλὰ μετὰ τὸ φῶς μετ᾽ ἰσημερίαν ἐπλάσθη, καὶ ὅτι ἕως μὲν ἐαρινῆς ἰσημερίας τὸ σκότος παρὰ τὸ φῶς πλεονάζει, μετ᾽ ἰσημερίαν δὲ ἐπικρατεῖ τῆς νυκτὸς ἡ ἡμέρα λοιπὸν αὔξουσα, μειουμένης τῆς νυκτός. Ἔδει οὖν καὶ τὸ ἐπὶ διορθώσει πάθος γινόμενον ἐν τῇ τοιαύτῃ καταστάσει δειχθῆναι, ἐν ᾗ τὸ φῶς τῆς εὐσεβείας ἔμελλεν αὔξειν, τοῦ σκότους μειουμένου τῆς ἀσεβείας.

Ἀλλ᾽ ἡ μὲν ἰσημερία ἐπὶ τῷ πάθει τετήρηται διὰ τὴν ἀνακεφαλαίωσιν τοῦ πρώτου χρόνου, ἡ δὲ παρασκευὴ ὡσαύτως, ἐπειδὴ ὁ πρῶτος ἄνθρωπος ἐν ταύτῃ ἐπλάσθη καὶ ἐχρῆν, ἐν ᾗ πλασθεὶς διέπεσεν, ἐν ταύτῃ αὐτὸν καὶ διορθωθῆναι.

Τὸ δὲ σάββατον ἡ γραφὴ πρὸς ἀνάπαυσιν εἴληφεν οὑτωσὶ λέγουσα· 〈«Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν»〉. Οὕτως οὖν καὶ ὁ κύριος ἅπαξ τὴν ἀνακεφαλαίωσιν ἐργασάμενος τῇ παρασκευῇ παθὼν καὶ τελέσας τὰ ὑπὲρ τοῦ πεπτωκότος ἀνθρώπου τῆς διορθώσεως ἔργα τῇ ἑβδόμῃ καταπαύει καὶ διαμένει ἐν τῇ καρδίᾳ τῆς γῆς, τοῖς ἐν ᾅδου λοιπὸν δωρησάμενος τὴν ἐκ τοῦ πάθους ἐλευθερίαν. Καὶ ὅτι κύριος καταπαύει νῦν ἀπὸ πάντων τῶν ἔργων, ἐπειδὴ διάπτωσις τοῦ ἀνθρώπου ἐκ τῆς παραβάσεως ὤφθη, ὑπελείπετο πάλιν ἔργον τῷ θεῷ, ὃ ἤμελλε κατορθῶν ἐπανάγειν, τοῦτο δὲ ἐπὶ τῷ πάθει ποιήσας καὶ ἀνασωσάμενος τὸν ἀπολωλότα ἄνθρωπον, ὃν ἔσωσεν, τῇ ἡμέρᾳ τοῦ κατὰ τὸ πάσχα σαββάτου 〈κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων〉, μηδένος ἐπιλειπομένου ἔτι ἔργου πρὸς ἐργασίαν τοῦ ἡμῖν σωτηρίου.

Οὕτω δὲ καὶ ἰσημερίαν καὶ παρασκευὴν καὶ σάββατον κατὰ τὴν ἀρχαίαν τηρήσας ἐπὶ τῷ πάθει ἀκολουθίαν, «〈τῇ μιᾷ τῶν σαββάτων〉» ἐπιδείκνυσι τὸ τῆς ἀναστάσεως φῶς, καὶ τοῦτο τῷ τοῦ χρόνου εἱρμῷ· αὕτη γὰρ ἦν πάλιν πρώτη τοῦ παντὸς χρόνου ἡμέρα, ἣν καὶ τότε τοῦ αἰσθητοῦ φωτὸς ἀρχὴν καὶ νῦν ἀκολούθως τοῦ τῆς ἀναστάσεως νοητοῦ ἀρχαῖον προεστήσατο.

Ταῦτα δὲ πάντα τηρήσας κατὰ τὴν πρώτην δημιουργίαν, καὶ τὴν πλησιφαῆ σελήνην, ὡς ἔφαμεν, κατ᾽ ἐκείνην μετ᾽ ἰσημερίαν ἐτήρησεν, ἔχει δέ τι καὶ αὐτὴ ἕτερον θαῦμα, δι᾽ ὃ τετήρηται. Ἐπειδὴ γὰρ ἤμελλε σκότος γίνεσθαι ἐπὶ τῷ τοῦ σωτῆρος πάθει, Ἕλληνες δὲ καθ᾽ ὑποδρομὴν σελήνης ἡλίου ἐκλείψεις φασίν, ἵνα μή τις τὴν θεοσήμειαν τέχνῃ ἑλληνικῇ διακρούσηται, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην παρείληπται, ὡς ἄν, πλησιφαοῦς αὐτῆς ὡς ἐν πλάτει οὔσης κατὰ τὸ πάθος καὶ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ, ἀνεπισκίαστον ὀφθῇ τὸ θαῦμα, δίκης κατὰ τὸ ἄγος οὐ τέχνης ἐμφαινομένης.