Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Ο θρήνος του διαβόλου και η αναίρεση της αρχέγονης πτώσης

Θεολογική αντιπαραβολή της πτώσης του Αδάμ και της Εύας με το σωτήριο έργο του Χριστού και της Παρθένου Μαρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Πάντα χαρᾶς καὶ φαιδρότητος γέμει. Πάσης δὲ φαιδρυνομένης τῆς κτίσεως πενθήρη μόνον τὸν διάβολον βλέπω. Ἡ γὰρ ἡμετέρα χαρὰ τῶν δαιμόνων ἐστὶν συμφορά.

Πενθεῖ δὲ ἄρα ὁ διάβολος· Διὰ τί; Ὅτι καὶ τὸν Ἀδὰμ ἀπώλεσεν καὶ τὸν λῃστὴν οὐκ ἐκράτησεν, ὅτι καὶ τὸ καθ᾽ ἡμῶν χειρόγραφον ἡρπάγη καὶ τὸ ὑπὲρ ἡμῶν τρόπαιον ἐφυτεύθη σταυρὸς κατὰ δαιμόνων τρόπαιον νικηφόρον. Σταυρὸς δένδρον ἀειθαλὲς καθ᾽ ἑκάστην ἡμέραν μαραίνων τὸν διάβολον. Ὁσάκις γὰρ ὁρᾷ, ποῦ τὴν ζωὴν περιέπειρεν, τοσαυτάκις μαραίνεται βαλλόμενος σφοδρῶς τῇ τῆς θλίψεως λόγχῃ, ὅτι καὶ τὴν ζωὴν οὐκ ἐφόνευσεν καὶ τὸν θάνατον διὰ τῆς ζωῆς ἐθανάτωσεν. Κρατήσας γὰρ ὁ θάνατος τὴν ζωὴν ἐνεκρώθη καὶ οἱ νεκροὶ τὴν ζωὴν ἰδόντες ἀνέστησαν. «Τὰ ἀρχαῖα παρῆλθεν, γέγονε τὰ πάντα καινά». Ἔπεσεν ὁ πρῶτος Ἀδάμ, ὁ δεύτερος ῥήγνυσιν.

Κάτω γὰρ ῥήγνυσιν, ὃν ἄνωθεν ἔρριψεν. Τὴν Εὔαν ἐσκέλισεν, παρὰ Μαρίας σκελίζεται. Εὐχαριστεῖ τῷ ξύλῳ τῆς παραβάσεως, θρηνήσει τῷ σταυρῷ κολαζόμενος. Ἐν τῷ παραδείσῳ κεκράτηκεν, ἐν τῷ Ἅιδῃ κεκράτηται. Ἐν τῷ παραδείσῳ μὴ κρατῶν ἐτυράννησεν, ἀλλ᾽ ἐν τῷ Ἅιδῃ κρατῶν ἀπεστέρηται. Ὃν οὐκ εἶχεν πρότερον ἔλαβεν, ἀλλ᾽ ὕστερον, ὃν κατεῖχεν ἀπώλεσεν. Χαίρων ἔδραμεν καὶ θρηνῶν ἀνεχώρει. «Τὰ ἀρχαῖα παρῆλθεν, γέγονεν τὰ πάντα καινά.» Τὸν Ἀδὰμ οὐκέτι κλείει παράδεισος, τοῦ λῃστοῦ τὰς θύρας ἀνοίξαντος. Ἐκδικεῖ τὴν Εὔαν ἡ Μαρία. Οὗ γὰρ ἐκείνη τὰς ἐντολὰς οὐκ ἐφύλαξεν, τοῦτον αὕτη γαστρὶ περιέλαβεν· καὶ ὃν οὐρανὸς οὐκ ἐχώρησεν, οὐκ ἐστενοχώρησεν ἡ γαστὴρ τῆς παρθένου. Καὶ ὁ τὸν οὐρανὸν ἐπικρεμάσας τῷ κόσμῳ, εὐτελοῦς ἀπεκρεμᾶτο ξύλου, ἵνα ξύλῳ πλανήσῃ τὸν διὰ ξύλου τὸν Ἀδὰμ ἀπατήσαντα. Φιλανθρώπῳ τοίνυν προσφεύγωμεν Δεσπότῃ ὑπὲρ τοῦ πεπονθότος δι᾽ ἡμᾶς.