Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Πολεμική κατά της αναχρίσεως και κατακλείδα

Ολοκλήρωση της χριστολογικής αναφοράς, έλεγχος των πρακτικών επαναλήψεως του χρίσματος, προτροπή για ενάρετο βίο και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Σταυρουμένου δὲ τοῦ σώματος, ἡ θεότης ἠτιμάζετο. Ὁ γὰρ τὸ ἱμάτιον σχίσας, τὸν ἐνδεδυμένον ὑβρίζει· ὁ τὴν βασιλικὴν κατακόψας πορφύραν, τὸν βασιλέα πρὸς ὀργὴν ἐρεθίζει. Καὶ τότε μὲν αὐτὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι· νῦν δὲ οἱ τῶν Χριστιανῶν αὐτὸν ἀνασταυροῦσι πρωτόθρονοι. Ὁ γὰρ ἀναχρίσας τὸν Χριστὸν ἀνεσταύρωσεν. «Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα.» Ἐπὶ γὰρ τῷ βαπτίσματι τὸ χρῖσμα. Πῶς οὖν ὁ χρισθεὶς μέχρι νῦν ὡς ἄχριστος ἀνεχρίσθη; Τὸ γὰρ περιττὸν χρῖσμα τὸν Χριστιανὸν ἐποίησεν ἄχριστον καὶ σαυτοῦ γέγονας ὡς Ἰούδας προδότης, διὰ χρυσὸν τὸν Χριστὸν ἀρνησάμενος. Διὸ καὶ ἡ τοῦ Ἰούδα περιμένει σε σχοῖνος. Δεῖ σε γὰρ τὰ ἐκείνου φρονοῦντα πληρῶσαι τὴν ἐσχάτην ἐκείνου. Ἀλλὰ πανταχόθεν τὸν περὶ τῆς ἀναστάσεως συλλέγοντες λόγον καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδειξώμεθα, ἵνα κρειττόνων καὶ ἀκηράτων ἀγαθῶν ἐπιτύχωμεν τῶν καὶ νοῦν καὶ (τὸν) λόγον ὑπερβαινόντων ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.