Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ ἅγιον πάσχα

Ἰωάννης ὁ Χρυσόστομος

Τυπολογία των μελών του αμνού και των λοιπών διατάξεων

Η συμβολική ανάλυση της ανατομίας του πασχαλινού σφαγίου και η ερμηνεία των υπολειπόμενων διατάξεων ως προτυπώσεων της θεότητας και της ανάστασης του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Μὴ γένοιτο.»〉 Τὴν μὲν οὖν σκευασίαν τῆς ἁγίας τροφῆς οὕτω καὶ ἐν τοιούτοις συμβόλοις διέταξεν ἡ νομοθεσία, 〈«πρὸς τὸ»〉 ἡμῖν 〈«συμφέρον»〉 διατάξασα τὴν τότε προτύπωσιν· 〈«κεφαλὴν»〉 δέ φησι 〈«σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις»〉, κεφαλὴν μὲν αἰνιττόμενος τὴν ἀρχὴν τῆς εἰς τοὺς ἀνθρώπους ἐπιφανείας, αὕτη δὲ ἦν ἡ προτέρα παρουσία, πόδες δὲ τὸ τέλος, αὕτη δὲ ἦν ἡ δευτέρα παρουσία, ἧς ἄνευ τὴν προτέραν οὐκ ἔστι πιστεύεσθαι, ἐπεὶ μὴ πάντα τὰ προφητευθέντα ἐπλήρωσεν αὕτη· διόπερ οὐδὲ πιστεύουσιν Ἰουδαῖοι 〈διὰ〉 τὸ μὴ πεπληρῶσθαι τὰ τῆς ἐνδόξου παρουσίας, οὐκ εἶναι Χριστὸν οἰόμενοι τὸν οὕτω παραγενόμενον.

Διὰ τοῦτο συμπλέξας εἶπε 〈«κεφαλὴν σὺν τοῖς ποσί»〉, τουτέστι τὴν προτέραν παρουσίαν μετὰ τῆς δευτέρας, ἵνα καὶ σὺν ἀδοξίᾳ 〈«πρόβατον ἐπὶ σφαγὴν»〉 ἀχθέντα δέξῃ τὸν Κύριον καὶ 〈«βασιλέα μετὰ δόξης»〉 φαινόμενον ἴδῃς, ἅπερ ἀμφότερα προεῖπεν Ἡσαίας ὁ προφήτης, καὶ μὴ τὴν λύτρωσιν τῆς Ἰερουσαλὴμ ἀπαιτήσῃς, ἀλλ᾽ ὕστερον προσδοκήσῃς τὸ 〈«Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβεῖς ἀπὸ Ἰακώβ»〉, σώζοντος αὐτοῦ τὸ ὑπόλοιπον τοῦ λαοῦ τὸ μέλλον ἐπ᾽ αὐτὸν ἐπιστρέφειν, ἐπὶ δὲ τῆς προτέρας παρουσίας τοὐναντίον ἴδῃς πληρούμενον τὸ 〈«Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου»〉 καὶ τὸ 〈«Παρέδωκε τοὺς ἀσεβεῖς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου»〉. 〈«Κεφαλὴν»〉 οὖν 〈«σὺν τοῖς ποσὶ»〉 λέγων προδιαμαρτύρεται τοῖς Ἰουδαίοις ὅτι τὴν ἄδοξον παρουσίαν τοῦ κυρίου μὴ χωρίσητε τῆς ἐνδόξου, ἵνα μὴ τῆς κοινωνίας χωρισθῆτε τῆς πρὸς αὐτὸν ἀπιστήσαντες· ἀλλὰ καὶ 〈«σὺν τοῖς ἐντοσθιδίοις»〉 φησί. Τί τοῦτό ἐστιν; Μὴ σκανδαλισθῆτε περὶ τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ ἀπόκρυφον θεωρήσατε· μὴ ἄνθρωπον ἐπίσης ὑμῖν νομίσητε, διότι ἐστὶ 〈«καὶ ἄνθρωπος»〉 κατὰ σῶμα, ἀλλὰ γνῶτε πνευματικῶς αὐτὸν καὶ γνώσεσθε ἐν αὐτῷ τὸν πατέρα. Ἕως γὰρ ἂν τὸ ἐντὸς μὴ ὁρᾷς μηδὲ μετέχῃς ἐντοσθιδίου, οὔπω Χριστὸν ἑώρακας, ἄνθρωπον οἰόμενος αὐτόν, οὐ θεόν· λέγει δὲ αὐτός· 〈«Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»〉.

Σκεπτέον δὲ καὶ τί τὸ 〈«Οὐκ ἀπολείψετε ἀπ᾽ αὐτοῦ εἰς τὸ πρωΐ»〉, καὶ τοῦτο ἡμῖν ὁ Παῦλος ἑρμηνευέτω λέγων 〈«ἀνάμνησιν»〉 ἡμᾶς τοῦ πάθους τοῦ κυρίου ποιεῖσθαι 〈«ἕως ἂν ἔλθῃ»〉· αὕτη γὰρ ἕως τοσούτου τελεῖται καὶ σώζει τοὺς τελοῦντας, ἕως ἡ παροῦσα 〈νὺξ〉 παρέλθῃ καὶ πρωῒ γένηται καὶ ζῶν ἡμῖν ἐξ οὐρανοῦ Χριστὸς ἐπιλάμψῃ, διὰ τῆς ζωῆς ἑαυτοῦ σώζων ἡμᾶς ὁ νῦν διὰ τοῦ θανάτου σώζων· 〈«Εἰ γὰρ ἐχθροὶ ὄντες»〉 φησὶ 〈«κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ»〉. Εἰ δὴ νῦν μὲν ἐν τῷ θανάτῳ Χριστοῦ σωζόμεθα, τότε δὲ ἐν ζωῇ, οἰκεῖον τὸ σύμβολον τὸ μὴ καταλιμπάνεσθαι τῶν κρεῶν τοῦ θύματος 〈«ἕως τὸ πρωΐ»〉· καὶ γὰρ ἡμεῖς τότε ζῶντες ἐσόμεθα καὶ ἡ παροῦσα νέκρωσις ἡμῶν πάρεισι, νῦν μὲν οὐκ ἄλλως σωζομένων εἰ μὴ νεκρωθείημεν, τότε δὲ ζωτικὴν ἐχόντων σωτηρίαν· 〈«Μὴ τὰ ἐπίγειά»〉 φησι 〈«φρονεῖτε, ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ»〉.

Διὸ καὶ εἴ τι τῶν κρεῶν τοῦ ἱερείου περισσεῦον πυρὶ κατακαίεται, ἵν᾽ εἰδείημεν ὅτι κατὰ τὸν νῦν αἰῶνα Χριστὸς τέθνηκε 〈«τῇ ἁμαρτίᾳ ἐφάπαξ»〉, 〈«οὐκέτι»〉 δὲ 〈«θάνατος αὐτοῦ κυριεύει»〉, ἀλλὰ ἀφῄρηται τῇ δυνάμει τοῦ πνεύματος ὡσπερεὶ πυρός, τὰ τοῦ θανάτου σημεῖα τῆς ζωῆς ἐπικρατησάσης.

Τὸ δὲ δὴ 〈«Ὀστοῦν οὐ συντριβήσεται ἀπ᾽ αὐτοῦ»〉 φησι μὲν ὁ μακάριος Ἰωάννης καὶ σωματικῶς πεφυλάχθαι, 〈μὴ κατεαγέντων αὐτοῦ τῶν σκελῶν〉, ἔχει δὲ καὶ τὴν πνευματικὴν δήλωσιν, ὅτι τὸ στερρὸν τὸ ἐν αὐτῷ διέμενεν ἀήττητον, καὶ διὰ τοῦτο φθορὰ τοῦ σώματος οὐχ ἥψατο, στερροτάτην καὶ ἀσύντριπτον σχόντος τὴν ὑποβάθραν, διὰ τὸ θείως καὶ μὴ σαρκικῶς συστῆναι τὸ σῶμα καὶ θεῖαν ἐσχηκὸς τὴν γέννησιν μὴ ὑποκεῖσθαι τῇ τῶν ἀνθρώπων φθορᾷ. 〈«Ἡ σὰρξ αὐτοῦ»〉 φησι 〈«οὐκ εἶδε διαφθοράν»〉.