Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ᾽ ἐκεῖνον γίνεται τὸν τύπον; Καὶ νῦν, ἀγαπητοὶ, ταῦτα ἐννοῶμεν, ταῦτα λογιζώμεθα, φοβούμενοι τὸ κείμενον ἐπὶ τούτῳ κρῖμα. Αὐτός σοι τῆς σαρκὸς μεταδίδωσι· σὺ δὲ οὐδὲ λόγοις αὐτὸν ἀμείβῃ, οὐδὲ εὐχαριστεῖς ὑπὲρ ὧν ἔλαβες, ἀλλὰ σωματικῆς μὲν τροφῆς ἀπολαύων μετὰ τὴν τράπεζαν ἐπὶ εὐχὴν τρέπῃ, πνευματικῆς δὲ καὶ ὑπερβαλλούσης τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ τὴν ἀόρατον μετέχων, ἄνθρωπος ὢν καὶ τῆς εὐτελοῦς φύσεως, οὐ μένεις εὐχαριστῶν καὶ ῥήμασι καὶ πράγμασι; Καὶ πῶς οὐκ ἐσχάτης ταῦτα κολάσεως ἄξια; Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε μόνον, οὐδ᾽ ἵνα θορυβῆτε καὶ κράζητε, ἀλλ᾽ ἵνα ἐπὶ τοῦ καιροῦ τούτων μεμνημένοι τῶν ῥημάτων, τὴν προσήκουσαν εὐταξίαν ἐπιδείξησθε. Μυστήρια καὶ λέγεται, καὶ ἔστιν· ἔνθα δὲ μυστήρια, πολλὴ σιγή. Μετὰ πολλῆς τοίνυν τῆς σιγῆς, μετὰ πολλῆς τῆς εὐταξίας, μετὰ τῆς προσηκούσης εὐλαβείας, τῆς ἱερᾶς ταύτης ἁπτώμεθα θυσίας, ἵνα εἰς πλείονα τὴν εὔνοιαν τὸν Θεὸν ἐπισπασώμεθα, καὶ τὴν ψυχὴν ἐκκαθάρωμεν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.