Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἀνέβη ὁ κύριος εἰς τὸ ἱερόν

Ἰωάννης ὁ Χρυσόστομος

Οι πνευματικοί καρποί της διδασκαλίας των Πατέρων

Εισαγωγική παρομοίωση των λόγων των αγίων διδασκάλων με τους καρπούς του παραδείσου της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸ, Ὅτε ἀνέβη ὁ Κύριος εἰς τὸ ἱερὸν, μεσούσης τῆς ἑορτῆς καὶ εἰς τὸν Μελχισεδέκ. Τῇ μεσοπεντηκοστῇ. Ῥοαὶ καὶ μῆλον καὶ φοίνιξ καὶ οἱ λοιποὶ τῶν ἀκροδρύων καρποὶ τὸν τοῦ σώματος ἡδύνουσι φάρυγγα· θεῖοι δὲ λόγοι ἁγίων διδασκάλων ἀγάπῃ κεκερασμένοι, τῇ ἀκοῇ τῆς διδασκαλίας παραπεμπόμενοι, τὸν τῆς ψυχῆς γλυκαίνουσι λάρυγγα. Καὶ ὥσπερ ὁ τοὺς καρποὺς τῶν δένδρων τρυγήσας, ἐν τῇ τῶν καρπῶν μεταλήψει ἐπαίνους τοῖς δένδροις ἀποδίδωσιν· ὡσαύτως καὶ ὁ τὰ θεῖα λόγια τῶν διδασκάλων ἐν τῷ καρτάλλῳ τῆς ἀκοῆς ἐντρυγήσας, εἶτα τῷ νῷ παραπέμψας, καὶ τὴν τοῦ λόγου γλυκύτητα γευσάμενος, τῷ διδασκάλῳ ἐπαίνους ἐκπέμπων ἐκ χειλέων λέγει· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου! Καὶ ὁ σοφώτατος δὲ Σαλομὼν τοὺς καλοὺς λόγους κηρίοις μέλιτος παρεικάσας φησί· Κηρία μέλιτος λόγοι καλοί. Ὥσπερ γὰρ ὁ λάρυγξ τὰ βρώματα γευόμενος, οἶδε τὰ καλὰ ἀπὸ τῶν φαύλων διακρίνειν· ὡσαύτως καὶ ὁ νοῦς τῆς ψυχῆς τὰ χρηστὰ ῥήματα οἶδεν ἀπὸ τῶν φαύλων διακρίνειν, ὥσπερ φησὶν ἐν τῷ Ἰώβ· Λάρυγξ μὲν γὰρ σῖτα γεύεται, νοῦς δὲ ῥήματα διακρίνει.

Καὶ μηδεὶς νομιζέτω ἔχειν μὲν τὸν οἰκοδεσπότην ἐν τῷ ἰδίῳ παραδείσῳ δένδρα διάφορα, φοίνικας λέγω καὶ μῆλα καὶ ἐλαίας, τὸν δὲ Κύριον ἐν τῷ ἰδίῳ παραδείσῳ τῆς Ἐκκλησίας μὴ ἔχειν διάφορα στελέχη τῶν πατέρων, ἕκαστον κατὰ τὴν οἰκείαν χρηστότητα πρὸς τὴν τῶν εἰσπορευομένων ἀπόλαυσιν ἐκ βάθους τῆς καρδίας τοὺς καρποὺς τῶν λόγων προσφέροντα. Ὁ μὲν γάρ τίς ἐστιν αὐτῶν, ὥσπερ ἐλαία εὐθαλὴς, τοῖς φύλλοις τῆς πίστεως κατάκομος, καὶ τοῖς ἔργοις τῆς εὐλαβείας κατάκαρπος· ἄλλος δέ ἐστιν ὥσπερ φοίνιξ τοῖς βαΐοις τῆς κατὰ διαβόλου νίκης κατεστεμμένος, καὶ τὸν γλυκύτατον καρπὸν τῆς εὐποιίας τοῖς πένησι προβαλλόμενος· περὶ οὗ φησιν ἡ Γραφὴ, Δίκαιος ὡς φοίνιξ ἀνθήσει. Ἕτερος δέ τίς ἐστιν, ὥσπερ μῆλον, δύο τέρψεις παρέχων τοῖς ἀνθρώποις, τήν τε ὄσφρησίν φημι, καὶ τὴν γλυκύτητα τῷ φάρυγγι· καὶ τὸν τοιοῦτον ἐγκωμιάζουσα ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων ἡ νύμφη Ἐκκλησία τί φησιν; Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. Καί φησιν, Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγι. Τί δὲ ποιήσω, ἀγαπητοὶ, ἐγὼ, ὁ ὀλιγοστὴν φυλλάδα λογίων καὶ καρπῶν κεκτημένος, μήτε τοὺς καυσαμένους ἀναψύξαι ἰσχύων, μήτε τοὺς πεινωμένους τοῖς καρποῖς τῶν λόγων ἐκθρέψαι δυνάμενος;