Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἀνέβη ὁ κύριος εἰς τὸ ἱερόν

Ἰωάννης ὁ Χρυσόστομος

Η ιερωσύνη του Χριστού και το ζήτημα του Μελχισεδέκ

Διάκριση του αληθινού ιερού από τα ειδωλολατρικά τεμένη, εισαγωγή στην ιερωσύνη του Χριστού και απόρριψη των αιρετικών και ιουδαϊκών πλανών περί του Μελχισεδέκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Λέγουσι γὰρ καὶ Ἕλληνες, ἔχομεν ἱερὸν, ἀγνοοῦντες ὅτι ἐκεῖνο οὐκ ἔστιν ἱερὸν, ἀλλὰ μιαρόν. Ὅπου γὰρ αἱμάτων ἔκχυσις καὶ σπονδῶν, καὶ κνίσσαι εἰδωλικαὶ καὶ τελεταὶ δαιμόνων, ἐκεῖνο οὐκ ἂν εἴη ἱερὸν, ἀλλὰ μιαρὸν τῶν δαιμόνων. Μεσαζούσης δὲ τῆς ἑορτῆς ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν. Ἱερὸν δέ ἐστι μόνῳ Θεῷ οἰκητήριον ἀνακείμενον, ἔνθα ἀγάπη καὶ εἰρήνη, ἔνθα πίστις καὶ σωφροσύνη αὐλίζεται. Διὰ τοῦτο καὶ τὸν ἱερέα τοῦ Θεοῦ τὸν ἱερουργοῦντα τῷ Θεῷ εἰρηναῖον δεῖ εἶναι καὶ γαληνὸν, ἄκλοπον, ἄδολον, ἀφιλάργυρον, ἵνα προτέρως Θεὸς ἐν τῇ αὑτοῦ ψυχῇ κατορθώσῃ, εἶθ᾽ οὕτω τὸν λαὸν πρὸς τὴν ἑαυτοῦ εἰκόνα μεταῤῥυθμίσῃ. Δύναται ἱερὸν λέγεσθαι καὶ ἑκάστου πιστοῦ ἀνθρώπου ψυχὴ κεκαθαρμένη· Οἰκήσω γὰρ ἐν ὑμῖν, καὶ ἐμπεριπατήσω· ἱερὸν δὲ ὡς ἀληθῶς ἅγιον, καὶ ἱερεῖον, καὶ ἱερεὺς, αὐτός ἐστιν ὁ Χριστὸς, ἐν ᾧ, κατὰ τὸν θεῖον Ἀπόστολον, Πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικεῖ σωματικῶς· πρὸς ὃν εἴρηκεν ὁ Πατὴρ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Νῦν ἐκπεσὼν ἐκ τοῦ ἀδοκήτου εἰς μέγιστον ζήτημα, ἀπορῶ ποῦ κλίνω τὸ ὄμμα τῆς διανοίας ποῦ μετελεύσω τῷ πηδαλίῳ τῆς διδασκαλίας οὐκ οἶδα.

Εἰ γὰρ ὁ ἀπόστολος εἰς τὸ κεφάλαιον τὸ περὶ τὸν Μελχισεδὲκ ἐληλυθὼς, ὤκνησε λεπτομερῶς διηγήσασθαι εἰρηκὼς, Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος, τί ἂν εἴποιμ᾽ ἐγὼ, τοσοῦτον ἐπέχων τοῦ ἀποστόλου, ὅσον ἀνθρώπου διάκρισις; Καὶ ὥσπερ ὁδοιπόρος μέχρις ἄν τινα πρανῆ καὶ πεδιάσιμον ὁδὸν ἐπιβαίνῃ, ἡδέως τὴν πορείαν ἀνύει· ἐπειδὰν δὲ ἔλθῃ πρὸς τόπον τινὰ τραχύτατον ἢ προσάντη καὶ δύσβατον, ἔνθα ἐστὶν ὄρος οὐρανόμηκες, σταθεὶς καὶ τὸν κάματον τοῦ ἀναφόρου ἀναλογισάμενος, ἠρέμα βαδίζειν ἄρχεται, ἵνα μὴ ταχεῖον ἀποκρίσῃ· ὡσαύτως καὶ ἡμεῖς, ἕως οὗ εἴχομεν τὸ τοῦ Εὐαγγελίου πρανὲς καὶ πεδιάσιμον, τῷ βήματι τοῦ λόγου ἡδέως ἐπορευόμεθα· ὅταν δὲ ἐληλύθαμεν εἰς οὐρανόμηκες νόημα, ἠρέμα ἐπιβαίνειν τῇ οὐρανίῳ κλίμακι ἑρμηνείᾳ ἀρχόμεθα. Τί δέ ἐστι τὸ παρὰ πᾶσι Χριστιανοῖς ζητούμενον θεώρημα; Τίνος ἕνεκεν, φησὶν, ὁ Ἀπόστολος μνημονεύσας Μελχισεδὲκ, εἶπεν αὐτὸν ἀπάτορα καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχοντα; οὗτος οὐκ ἂν εἴη ἄνθρωπος, ἀλλὰ Θεός.

Πολλοὶ δὲ μὴ νοήσαντες τὰ περὶ αὐτοῦ εἰρημένα, μείζονα τοῦ Χριστοῦ εἶναι εἰρήκασι, καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, καὶ λέγονται ἐκεῖνοι Μελχισεδεκιανοί· καὶ φιλονεικοῦντες ἡμῖν καὶ βουλόμενοι δεῖξαι, ὅτι μείζων ἐστὶ τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, προφέρουσιν ἡμῖν μάρτυρα τὴν Γραφὴν λέγουσαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Πῶς γὰρ, φησὶν, οὐκ ἂν εἴη μείζων ὁ Μελχισεδὲκ, οὗ κατὰ τὴν εἰκόνα καὶ τάξιν ἱερατεύει ὁ Χριστός; Ἄλλοι δὲ πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Ἡμεῖς δὲ λέγομεν αὐτὸν εἶναι ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν, καὶ μήτε μείζονα αὐτὸν εἶναι Χριστοῦ· τί δὲ λέγω τοῦ Χριστοῦ; ἀλλ᾽ οὔτε Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀληθὴς γὰρ ὁ λόγος τοῦ Κυρίου, Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀλλ᾽ οὔτε μὴν εἶναι αὐτὸν τὸ ἅγιον Πνεῦμα.

Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι οἱ τοῦτο λέγοντες, ποίου περιβόλου, ἢ ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν. Ἆρα οὐρανίου; ἆρα ἐπιγείου; ἆρα καταχθονίου; Ἐὰν οὖν εἴπωσιν ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι τὸ αὐτοῦ γόνυ κάμπτει τῷ Χριστῷ· λέγει γὰρ ὁ Ἀπόστολος ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ἐπουρανίων, ἐπιγείων καὶ καταχθονίων. Εἰ οὖν κάμπτει γόνυ ὁ Μελχισεδὲκ τῷ Χριστῷ, ἐλάττων εἴη προσκυνῶν Μελχισεδὲκ τοῦ προσκυνουμένου ὑπ᾽ αὐτοῦ Χριστοῦ. Τί δὲ οἱ τάλανες καὶ τὸν ἑξῆς στίχον εἰρημένον παρὰ τοῦ Ἀποστόλου οὐκ ἀκούουσιν, ἵνα μάθωσιν αὐτὸν ἐλάττω εἶναι τοῦ Χριστοῦ; ἐπιφέρει γὰρ λέγων, Ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, ὥσπερ καὶ ἡμεῖς κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Χριστοῦ ἐγενόμεθα. Ἀλλ᾽ ἴσως τις τῶν ἀκροατῶν ἐπερωτᾷ καὶ λέγει· Τί οὖν ἐστιν ἀπάτορα λέγεσθαι καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον τὸν Μελχισεδέκ; Πρὸς ὃν ἐροῦμεν, ὅτι Ἰουδαῖοι μὲν εἰρήκασιν αὐτὸν ἐκ πορνείας γεννηθέντα, καὶ διὰ τοῦτο μὴ γενεαλογεῖσθαι ὑπὸ τῆς Γραφῆς. Πρὸς οὓς ἐροῦμεν, ὅτι, Κακῶς εἴπατε· εὑρίσκομεν γὰρ καὶ ἄλλους ἀπὸ πορνείας γεννηθέντας καὶ γενεαλογηθέντας. Εὐθὺς Σολομὼν ἐκ τῆς τοῦ Οὐρίου γυναικὸς γεννηθεὶς ἐγενεαλογήθη, καὶ Ἀβιμέλεχ υἱὸς Γεδεὼν, ὃς ἐκ πορνείας γεννηθεὶς ἐγενεαλογήθη.