Οὐχὶ, ἀλλὰ τὴν προαίρεσιν ἐμιμήσαντο, καὶ τὸ ὄνομα αὐτοῦ ἔλαβον. Καὶ λέγει ἑρμηνεύων αὐτό· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ᾽ ἀρχῆς Κατέχετε τὸν κανόνα, ὅτι κύνες οἱ ἀναίσχυντοι, ὅτι λύκοι οἱ ἅρπαγες, ὅτι ὄφεις οἱ δολεροὶ, ὅτι ἀσπίδες οἱ ὕπουλοι, ὄνοι οἱ ἀνόητοι, ἵπποι θηλυμανεῖς οἱ ἀσελγεῖς καὶ ἀκόλαστοι, κορῶναι οἱ ἀκάθαρτοι, Σοδομηνοὶ οἱ τὰ ἐκείνων ζηλοῦντες, οἱ τὰς πράξεις ἐκείνων μιμούμενοι. Ἡ τοίνυν φύσις οὐκ ἔστι πονηρὰ, ἀλλ᾽ ἡ γνώμη ἐστὶν ἡ διεφθαρμένη. Κατέχετε μετὰ ἀκριβείας· προσέχετε, ὅτι τὰ ὀνόματα ἀπὸ τῶν τρόπων τίθενται, καὶ αἱ προσηγορίαι ἀπὸ τῆς γνώμης. Καὶ τοῦτο οὐκ ἐν τῇ Γραφῇ, ἀλλὰ καὶ ἐν τῇ συνηθείᾳ τῇ κοινῇ. Ἐὰν ἴδωμεν σήμερον ἄνθρωπον ἥμερον, λέγομεν· Πρόβατον ὁ ἄνθρωπος· ἐὰν ἴδωμέν τινα ἀναισχυντοῦντα, λέγομεν, Μὴ γὰρ ἄνθρωπος; κύων ἐστίν· ἐὰν ἴδωμεν δολερὸν, Ὄφις ὁ ἄνθρωπος. Ὁρᾷς ὅτι καὶ ἡ κοινὴ συνήθεια τοῦτον οἶδε τὸν νόμον; Ἐὰν ἴδωμεν πολλαῖς πονηρίαις γέμοντα ἄνθρωπον, λέγομεν· Σατανᾶς· οὐκ ἐπειδὴ Σατανᾶς, οὐδὲ κατὰ τὴν φύσιν κοινωνὸς αὐτοῦ ἐστιν, ἀλλὰ τῇ γνώμῃ, ἐπειδὴ ζηλοῖ κατὰ ἀνθρωπίνην δύναμιν τὰ ἐκείνου. Οὐκοῦν τὰ ὀνόματα ἀπὸ τῶν τρόπων.