Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἀρκεῖ σοι ἡ χάρις μου»

Ἰωάννης ὁ Χρυσόστομος

Η σκοπιμότητα της θείας σιωπής και η τελείωση της χάριτος στην ασθένεια

Ερμηνεία της καθυστέρησης της θείας απάντησης ως παιδαγωγικής μεθόδου, η φανέρωση της δύναμης του Θεού μέσω των δοκιμασιών και η επισφράγιση του λόγου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Διὰ τί ἡ ἀναβολή; Ἵνα σὺ παιδευθῇς ἐκ πρώτης μὴ ἀναχωρεῖν· ἵνα σὺ παιδευθῇς, κἂν αἰτήσῃς τι τῶν ἀσυμφόρων, καὶ τὸ ἐναντίον λάβῃς, μὴ λυπηθῆναι. Αἰτεῖς πολλάκις, ὃ νομίζεις συμφέρειν, οὐ συμφέρει δέ. Ὁ Θεὸς οὐ τοῖς δάκρυσί σου προσέχει, ἀλλὰ τῇ δυστυχίᾳ. Ἐπεὶ καὶ παιδίον πολλάκις αἰτεῖ παρὰ τῆς μητρὸς ἄρτον· ἀλλ᾽ εἴ τι βλαβερὸν, ὃ οὐ δεῖ αἰτῆσαι, οὐ δίδωσιν ἡ μήτηρ, οὔτε τῇ ὀδύνῃ προσέχει, ἀλλὰ τῇ ὠφελείᾳ. Καὶ ἰατρῷ παρενοχλεῖ συνεχῶς ὁ πυρέττων προσδοθῆναι αὐτῷ ψυχρὸν, καὶ οὐ δίδωσιν ὁ ἰατρός· οὐ γὰρ τῇ πρὸς τὸ παρὸν βλαπτούσῃ ἐπιθυμίᾳ προσέχει, ἀλλὰ τῇ πρὸς τὸ μέλλον λυσιτελούσῃ ὑγείᾳ. Οὕτω καὶ ὁ Παῦλος συμφέρον οὐκ ᾔδει αἰτῆσαι. Ποίαν ἡμεῖς συγγνώμην ἔχομεν· εἰ μὲν ἀπονοηθεὶς προσῆλθεν αὐτῷ, λέγει αὐτῷ· Ἀναπνεύσω μικρὸν, ἀνεθῶ τῶν κινδύνων, δός μοι ἄδειαν μικράν· μόνος εἰμὶ, καὶ τὴν οἰκουμένην μοι ἐνεχείρισας. Ἅπαξ προσῆλθεν αὐτῷ, καὶ οὐδὲν εἶπε· δεύτερον προσῆλθε, τρίτον προσῆλθεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα.

Ἵνα τί; Ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ ὁ ἄγγελος τοῦ Σατᾶν, οἱ ἀντικείμενοι. Τί ἐστιν; Ἵνα ἀπραγμόνως τὸ κήρυγμα κηρύξω, ἵνα μὴ ἔχω ἐπίβουλον, ἵνα μὴ ἔχω ἐχθρὸν, ἵνα μὴ μάστιγες, ἵνα μὴ κίνδυνοι, ἵνα μὴ δεσμωτήρια, ἵνα μὴ ἀπαγωγαὶ, ἵνα μὴ γυμνότης.

Τούτῳ προσέρχομαι, τοῦτο παρακαλῶ. Ἔκαμ[ν]ον, ἐπόνησα, ἐταλαιπωρήθην, πανταχόθεν ἐβλήθην. Τί οὖν αὐτῷ λέγει ὁ Θεὸς, εἰπέ μοι; Ὁ Θεὸς οὐκ ἐπένευσε τῇ αἰτήσει αὐτοῦ, οὐκ ἔδωκεν ὅπερ ᾔτει· ἀλλ᾽ εἶπεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀρκεῖ σοι ἡ χάρις μου. Ταῦτα βλέπεις, ἃ πάσχεις· ἃ ποιεῖς, οὐ βλέπεις· ἃ ποιοῦσιν εἰς σὲ οἱ ἐχθροὶ, βλέπεις· ἃ ποιῶ ἐγὼ εἰς σὲ, οὐ βλέπεις.

Μαστίζουσί σε ἐκεῖνοι, ἐγὼ χάριν δίδωμι. Εἰσῆλθες εἰς τὸ δεσμωτήριον, ἢ οὐκ εἰσῆλθες; Εἰσῆλθον· δέομαί σου. Εἶδες ἐκεῖ ἄγγελον Σατᾶν, ἢ οὐκ εἶδες; Εἶδον τὸν ἐμβάλλοντά με. Ἔδησέ σε, ἢ οὐκ ἔδησε; τί ἐποίησα ἐγώ; οὐκ ἔσεισα τοὺς τοίχους; οὐκ ἤνοιξα τὰς θύρας; οὐκ ἔλυσα τὰ δεσμά; οὐκ ἤγαγόν σοι αἰχμάλωτον τὸν δεσμοφύλακα; μή τί σε ἔβλαψεν ἄγγελος τοῦ Σατᾶν; οὐκ ὠφέλησέ σε ἡ παρ᾽ ἐμοῦ χάρις; οὐ λαμπρότερον τὸ σημεῖον ἐποίησεν; Ἀρκεῖ σοι ἡ χάρις μου. Καὶ ταῦτα καὶ ἐκεῖνα ζητεῖς; Οὐ θέλεις μάστιγας· πῶς ζητεῖς σημεῖα; οὐ θέλεις κινδύνους· πῶς ζητεῖς θαύματα; Ὅτε μαστίζῃ, βλέπεις· ὅτε νεκρὸν ἐγείρεις, οὐ βλέπεις; ὅτε ἐῤῥάγη σου τὰ ἱμάτια, εἶδες· ὅτε τὰ ῥήματά σου νοσήματα δραπετεῦσαι ἐποίησεν, οὐκ εἶδες; ὅτε ἦλθες εἰς τὸ δικαστήριον δεδεμένος, εἶδες· ὅτε εἶπέ σοι ὁ Φῆστος, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι, οὐκ εἶδες;

Ἀρκεῖ σοι ἡ χάρις μου. Μέγα ὅπλον ἔλαβες, Πνεύματος δύναμιν νικῶσαν τὰς ἐπιβουλὰς, λαμπρότερόν σε ἐργαζομένην. Τί θέλεις; μηδὲν πάσχειν; Καὶ πῶς ἐδείκνυτό μου ἡ δύναμις; Ἐδείκνυτο μὲν, οὐχ οὕτω δὲ ὡς νῦν. Πῶς; Ἐπειδὴ γὰρ ὁ Παῦλος καὶ διὰ τοῦτο ἤλγει· Οὐαί μοι! βασιλείας κήρυξ εἰμὶ, τοῦ Χριστοῦ μαθητής εἰμι, ἀθάνατα ἐπαγγέλλομαι πράγματα· καὶ μαστίζομαι, ὑβρίζομαι, ἄγομαι· μὴ ἀθύμει διὰ τοῦτο· ταῦτά σε λαμπρότερον ποιεῖ· εἰ μὴ ἔπασχες ταῦτα, οὐκ ἦς οὕτω περιφανής. Εἰσῆλθες, εἰς τὴν φυλακήν.

Εἰ μὴ ἐδέθης, ἀλλ᾽ εἰσῆλθες ἁπλῶς, κατεῖχέ σε καὶ ἐξήγαγε· νῦν δὲ ἦς δεδεμένος, καὶ ἔλυσέ σε δεθέντα. Οἱ πόδες ἐν τῷ ξύλῳ, καὶ ἡ χάρις τοὺς τοίχους ἐσάλευσε. Ταῦτα λέγω, ἵνα μηδεὶς μηδὲ ταῖς περὶ ἡμᾶς ἐπιβουλαῖς ξενίζηται. Ταῦτα λέγομεν, οὐ Παύλῳ ἑαυτοὺς παρισοῦντες (οὐχ οὕτω μαινόμεθα), ἀλλ᾽ ἵνα δείξωμεν, ὅτι καὶ εἰς ταπεινοὺς ὁ Θεὸς τὸ αὐτὸ ἐμβάλλει. Ἀρκεῖ σοι ἡ χάρις μου. Οὐκ ἐξεβλήθημεν. Ποῦ ἡ χάρις; Πλείων ὁ ἔπαινος γέγονεν, οὐ μύριοι ἐχθροὶ ἐπεβούλευσαν. Ποῦ ἡ χάρις; Πλείονες ἐρασταὶ κατέστησαν, οὐχ ὑμῶν με ἐζήτουν χωρῆσαι. Ποῦ ἡ χάρις; Καὶ Ἰουδαίους μοι προσέθηκαν. Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Μηδέποτε ξενίζου θλίψιν· συγκεκλήρωται τῷ Εὐαγγελίῳ θλίψις. Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις μου ἐν ἀσθενείᾳ τελειοῦται.

Πῶς μαστίζῃ, καὶ ἀπαλλάττεις τοὺς μαστίζοντας; ἐπιβουλεύῃ, καὶ περιγίνῃ τῶν ἐπιβουλευόντων; Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὃ οὖν ὁ Παῦλος ἤκουσε, τοῦτο θέλεις; τοῦτο ἀρκεῖ σοι; Ἵνα μαστίζωμαι, ἀτιμάζωμαι, ὑβρίζωμαι, τοῦτο θέλω. Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμῷ. Ὢ εὐγνωμοσύνη οἰκέτου! Προσῆλθεν αὐτῷ ἀξιῶν ἀπαλλαγῆναι τῶν θλίψεων· ἐπειδὴ δὲ ἤκουσεν, ὅτι ὁ Δεσπότης αὐτοῦ οὐ θέλει μόνον, ἀλλὰ καὶ βούλεται τὸ ἐναντίον, Τοῦτό σοι δοκεῖ, ἵνα θλίβωμαι, καὶ ἐγὼ τοῦτο βούλομαι, καὶ ὑπὲρ τούτου χάριν ἔχω. Οὐκ εἶπε, Θέλω, μόνον, ἀλλ᾽, Ἀρέσκομαι, βούλομαι, ἐπιθυμῶ μαστίζεσθαι, ἐλαύνεσθαι, στενοχωρεῖσθαι.

Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις. Διὰ τί· Ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.