Τοῦτο καὶ τὰς αἱρέσεις εἰσήγαγε, τὸ μὴ βούλεσθαι ἅπαν ἐπιέναι τὸ σῶμα, τὸ νομίζειν εἶναί τι περιττὸν καὶ πάρεργον. Διὰ τοῦτο τὰ μὲν ἄλλα ἅπαντα ἡμῖν διεσπούδασται, οὐχὶ τὰ περιττὰ μόνον, ἀλλὰ καὶ τὰ ἀνόνητα καὶ βλαβερά· τῶν Γραφῶν δὲ ἡ ἐμπειρία ἠμέληται καὶ παρῶπται· καὶ οἱ μὲν πρὸς τὴν θεωρίαν τῆς τῶν ἵππων ἁμίλλης ἐπτοημένοι, καὶ ὀνόματα, καὶ ἀγέλην, καὶ γένος, καὶ πατρίδα, καὶ ἀνατροφὴν τῶν ἵππων ἔχουσιν εἰπεῖν μετὰ ἀκριβείας ἁπάσης, καὶ ἔτη ζωῆς, καὶ ἐνεργείας δρόμων, καὶ τίς τίνι συνταττόμενος τὴν νίκην ἁρπάσεται, καὶ ποῖος ἵππος ἐκ ποίας ἀφεθεὶς βαλβῖδος, καὶ τίνα ἔχων ἡνίοχον, περιέσται τοῦ δρόμου, καὶ τὸν ἀντίτεχνον παραδραμεῖται. Καὶ οἱ περὶ τὴν ὀρχήστραν δὲ ἐσχολακότες, οὐκ ἐλάττω τούτων, ἀλλὰ καὶ πλείω μανίαν περὶ τοὺς ἐν τοῖς θεάτροις ἀσχημονοῦντας ἐπιδείκνυνται, μίμους λέγω καὶ ὀρχηστρίας, καὶ γένος αὐτῶν, καὶ πατρίδα, καὶ ἀνατροφὴν, καὶ τὰ ἄλλα πάντα καταλέγοντες· ἡμεῖς δὲ ἐρωτώμενοι, ὁπόσαι, καὶ τίνες εἰσὶν αἱ Παύλου ἐπιστολαὶ, οὐδὲ τὸν ἀριθμὸν ἴσμεν εἰπεῖν. Εἰ δέ τινες καὶ εἶεν τὸν ἀριθμὸν ἐπιστάμενοι, ἀλλὰ τὰς πόλεις, αἳ τὰς ἐπιστολὰς ἐδέξαντο, ταύτας ἐρωτώμενοι διαποροῦσι πρὸς τὴν ἐρώτησιν.