Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Β΄: Η ακρίβεια των Γραφών και η ωφέλεια της ακτημοσύνης

Έναρξη του δεύτερου Λόγου με έμφαση στην ακρίβεια της μελέτης των θείων Γραφών και προβολή της λιτότητας και της πενίας ως χαρακτηριστικών του αποστολικού βίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 9

ΕΙΣ ΑΚΥΛΑΝ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑΝ Καὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ. Λόγος βʹ. αʹ. Ἆρα ἐπαιδεύθητε μηδὲν εἶναι νομίζειν πάρεργον τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων; ἆρα ἐμάθετε καὶ ἐπιγραφὰς καὶ ὀνόματα καὶ ψιλὰς περιεργάζεσθαι προσρήσεις, τὰς ἐν τοῖς θείοις Λογίοις γεγραμμένας; Ἐγὼ μὲν γὰρ οὐδένα οἶμαι λοιπὸν τῶν φιλοπόνων τὸν ἀνεξόμενον παραδραμεῖν τι τῶν ἐν ταῖς Γραφαῖς κειμένων ῥημάτων, κἂν ὀνομάτων ᾖ κατάλογος, κἂν χρόνων ἀριθμὸς, κἂν ψιλὴ πρός τινας πρόσρησις. Πλὴν ἵνα ἀσφαλεστέρα αὕτη ἡ διόρθωσις γένηται. φέρε καὶ τήμερον τὰ λειπόμενα τῆς προσηγορίας τῆς πρὸς Πρίσκιλλαν καὶ Ἀκύλαν ἐπέλθωμεν· καίτοι γε οὐ μικρὰ τὸ προοίμιον αὐτῆς ἡμᾶς ὠφέλησε. Καὶ γὰρ ἐδίδαξεν ἡμᾶς, πόσον μὲν ἀγαθὸν, ἔργον, πόσον δὲ κακὸν, ἀργία, καὶ τίς ἡ Παύλου ψυχὴ, πῶς ἄγρυπνος καὶ μεμεριμνημένη, οὐ κατὰ πόλεις καὶ δήμους καὶ ἔθνη, ἀλλὰ καὶ καθ᾽ ἕνα ἕκαστον τῶν πιστῶν πολλὴν ποιουμένη τὴν πρόνοιαν.

Ἔδειξε πῶς οὐδὲν εἰς φιλοξενίαν ἡ πενία γίνεται κώλυμα, καὶ ὅτι οὐ πλούτου καὶ χρημάτων, ἀλλὰ ἀρετῆς πανταχοῦ χρεία καὶ προαιρέσεως εὐλάβειαν ἐχούσης, καὶ ὅτι πάντων εἰσὶ λαμπρότεροι οἱ τὸν τοῦ Θεοῦ φόβον ἔχοντες, κἂν εἰς πενίαν ἐσχάτην κατενεχθῶσι. Τὴν γοῦν Πρίσκιλλαν καὶ Ἀκύλαν, σκηνοποιοὺς ὄντας καὶ χειροτέχνας, καὶ ἐν πτωχείᾳ ζῶντας, τῶν βασιλέων πάντων μᾶλλον ἐμακαρίζομεν νῦν· καὶ οἱ μὲν ἐν ἀξιώμασι καὶ δυναστείαις σεσίγηνται, ὁ δὲ σκηνοποιὸς μετὰ τῆς γυναικὸς ᾄδονται πανταχοῦ τῆς οἰκουμένης. Εἰ δὲ ἐνταῦθα τοσαύτης ἀπολαύουσι δόξης, ἐννόησον ὅσον κατὰ τὴν ἡμέραν ἐκείνην ἀξιωθήσονται τῶν ἀντιδόσεων καὶ τῶν στεφάνων· καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης, οὐ μικρὰν καὶ ἡδονὴν καὶ ὠφέλειαν καὶ δόξαν ἐκαρπώσαντο νῦν, Παύλῳ τοσοῦτον συζήσαντες χρόνον. Καὶ γὰρ, ὅπερ ἔμπροσθεν ἔλεγον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι οὐχ ἡ διδασκαλία μόνον, οὐδὲ ἡ παραίνεσις καὶ συμβουλὴ, ἀλλὰ καὶ αὕτη ἡ ὄψις τῶν ἁγίων πολλὴν εἶχεν ἡδονὴν καὶ ὠφέλειαν, καὶ αὐτὸς δὲ τῶν ἱματίων ὁ στολισμὸς, καὶ αὐτὸς τῶν ὑποδημάτων ὁ τρόπος. Καὶ γὰρ ἐντεῦθεν πολλή τις εἰς τὸν ἡμέτερον εἰσενήνεκται βίον ὠφέλεια, τὸ μαθεῖν μέχρι ποῦ τοῖς ἀναγκαίοις ἐχρῶντο.

Οὐδὲ γὰρ μόνον τὸ μέτρον οὐχ ὑπερέβαινον τῆς χρείας, ἀλλ᾽ ἔστιν ὅπου οὔτε τῆς χρείας αὐτῆς ἀπέλαυον ἁπάσης· ἀλλὰ καὶ ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διετέλεσαν. Καὶ τοῖς μὲν μαθηταῖς ἐπιτάττων ὁ Παῦλος ἔλεγεν· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· περὶ δὲ ἑαυτοῦ φαίνεται λέγων, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα.