Ἥμαρτέ τις· ἕτερον ἁμαρτάνοντα τὴν αὐτὴν ἁμαρτίαν κατεδίκασε σφοδρῶς. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ τοσαύτην ἐπισπᾶται κόλασιν, ὅσην ἡ φύσις τῆς ἁμαρτίας ἀπαιτεῖ, ἀλλὰ καὶ διπλασίονα πολλῷ καὶ τριπλασίονα· οὐ γὰρ ἀφ᾽ ὧν αὐτὸς ἥμαρτεν, ἀλλ᾽ ἀφ᾽ ὧν ἕτερον ἁμαρτάνοντα τὰ αὐτὰ χαλεπῶς ἐκόλασε, ψηφιεῖται αὐτῷ τὴν τιμωρίαν ὁ Θεός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀπὸ τῶν γεγενημένων καὶ ἐκβάντων, μειζόνως, ὅπερ ὑπεσχόμην ὑμῖν, αὐτὸ ποιήσω καταφανές. Ὁ Φαρισαῖος, καίτοι γε αὐτὸς οὐδὲν ἁμαρτὼν, ἀλλὰ καὶ ἐν δικαιοσύνῃ ζήσας, καὶ πολλὰ ἔχων κατορθώματα εἰπεῖν, ἐπειδὴ τὸν τελώνην, τὸν ἅρπαγα καὶ πλεονέκτην καὶ παρανομώτατον κατεδίκασε, τοσαύτην ἔδωκε δίκην, ὡς ἐκείνου μείζονι τηρεῖσθαι κολάσει. Εἰ δὲ ὁ μηδὲν μὲν ἁμαρτὼν αὐτὸς, ἁμαρτάνοντα δὲ ἕτερον καὶ περιφανῆ πᾶσιν ἐπὶ παρανομίαις ὄντα, ῥήματι ψιλῷ καταδικάσας τοσαύτην ἐπεσπάσατο κόλασιν, οἱ πολλὰ μὲν καθ᾽ ἑκάστην ἡμέραν ἁμαρτάνοντες, ἑτέρων δὲ βίους καταδικάζοντες, οὐδὲ ἐμφανεῖς ὄντας τινὶ, οὐδὲ δήλους, ἐννόησον ὅσην ὑποστησόμεθα κόλασιν, πῶς ἐκπεσούμεθα πάσης συγγνώμης. Ἐν ᾧ γὰρ κρίματι, φησὶ, κρίνετε, καὶ ὑμεῖς κριθήσεσθε.