Οὐ γὰρ διὰ τοῦτο ἦλθεν ἡ γυνὴ πρὸς σὲ, καὶ πατέρα καὶ μητέρα ἐγκατέλιπε καὶ τὸν οἶκον ἅπαντα, ἵνα καθυβρίζηται, ἵνα θεραπαινίδιον εὐτελὲς ἐπεισάγῃς αὐτῇ, ἵνα μυρίους ποιῇς πολέμους, συνέμπορον ἔλαβες, καὶ κοινωνὸν τοῦ βίου, καὶ ἐλευθέραν, καὶ ὁμότιμον. Πῶς γὰρ οὐκ ἄτοπον τὴν προῖκα αὐτῆς ὑποδεχόμενον, πᾶσαν ἐπιδείκνυσθαι εὔνοιαν, καὶ μηδὲν αὐτῆς ἐλαττοῦν· ὃ δὲ τῆς προικός ἐστιν ἁπάσης τιμιώτερον, τὴν σωφροσύνην καὶ τὴν σεμνότητα καὶ τὸ σῶμα τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἐκείνης κτῆμα, διαφθείρειν τε καὶ μιαίνειν; Ἂν τὴν προῖκα μειώσῃς, τῷ κηδεστῇ δίδως λόγον· ἂν τὴν σωφροσύνην μειώσῃς, τῷ Θεῷ τὰς εὐθύνας ὑφέξεις, τῷ τὸν γάμον εἰσαγαγόντι, καὶ τὴν γυναῖκα ἐγχειρίσαντι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ τῶν μοιχευόντων· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς. Ὁρᾷς δι᾽ ὅσων ὁ λόγος ἀπέδειξεν ὅτι μοιχεία ἐστὶν, οὐ μόνον τὸ ὕπανδρον γυναῖκα διαφθείρειν, ἀλλὰ καὶ τὸ ἡντιναοῦν πόρνην, ἔχοντα γυναῖκα; Ὥσπερ γὰρ μοιχεύεσθαι γυναῖκα λέγομεν, κἂν εἰς οἰκέτην, κἂν εἰς ὁντιναοῦν ἁμάρτῃ, ἄνδρα ἔχουσαν· οὕτω καὶ ἄνδρα μοιχεύειν ἂν εἴποιμεν, κἂν εἰς θεραπαινίδα, κἂν εἰς ἡντιναοῦν δημώδη γυναῖκα ἀσελγαίνῃ, γυναῖκα ἔχων αὐτός.