εʹ. Βούλει μαθεῖν ἀκριβῶς ὅσον ἐστὶ τὸ δεινόν; Ἐννόησον οἷον οἱ τὰς γυναῖκας ἑαυτῶν ὑποπτεύοντες ζῶσι βίον, πῶς ἀηδῆ τὰ σιτία, ἀηδῆ ποτά. Δηλητηρίων ἡ τράπεζα δοκεῖ γέμειν φαρμάκων· καὶ ὥσπερ ὄλεθρον, μυρίων γέμουσαν κακῶν, οὕτω φεύγουσι τὴν οἰκίαν. Οὐχ ὕπνος αὐτοῖς ἐστιν, οὐ νὺξ προσηνὴς, οὐ συνουσία φίλων, οὐκ αὐταὶ αἱ τοῦ ἡλίου ἀκτῖνες· ἀλλὰ καὶ παρ᾽ αὐτοῦ τοῦ φωτὸς ἐνοχλεῖσθαι νομίζουσιν, οὐχ ὅταν ἴδωσι μοιχευομένην τὴν γυναῖκα μόνον, ἀλλὰ κἂν ἁπλῶς ὑποπτεύωσι. Ταῦτα νόμιζε καὶ τὴν γυναῖκα πάσχειν, ὅταν ἀκούσῃ παρ᾽ ὁτουοῦν, ἢ καὶ ὑποπτεύσῃ, ὅτι πόρνῃ γυναικὶ σαυτὸν ἐξέδωκας. Ταῦτα λογιζόμενος, μὴ τὰς μοιχείας φεῦγε μόνον, ἀλλὰ καὶ τὰς ὑποψίας· κἂν ἀδίκως ὑποπτεύσῃ, θεράπευσον καὶ πεῖσον. Οὐ γὰρ ἐξ ἔχθρας ἢ ἀπονοίας, ἀλλ᾽ ἀπὸ κηδεμονίας τοῦτο ποιεῖ, καὶ τοῦ σφόδρα δεδοικέναι περὶ τοῦ κτήματος τοῦ ἰδίου. Κτῆμα γὰρ αὐτῆς ἐστιν, ὥσπερ ἔφθην εἰπὼν, τὸ σῶμα τὸ σὸν, καὶ κτῆμα τῶν ὄντων ἁπάντων τιμιώτερον. Μὴ τοίνυν αὐτὴν περὶ τὰ μέγιστα ἀδικήσῃς, μηδὲ καιρίαν δῷς τὴν πληγήν. Εἰ γὰρ ἐκείνης καταφρονήσεις, ἀλλὰ τὸν Θεὸν φοβήθητι, τὸν ἔκδικον τῶν τοιούτων, τὸν ἀφορήτους κολάσεις τοῖς τοιούτοις ἀπειλήσαντα ἁμαρτήμασι. Τῶν γὰρ τοιαῦτα τολμώντων, φησὶν, Ὁ σκώληξ οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται.