Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω»

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και καταληκτήρια προτροπή

Ανακεφαλαίωση των βασικών διδαγμάτων για τον γάμο, τελικές προτροπές για την τήρηση της σωφροσύνης και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ταῦτ᾽ οὖν καὶ ἑαυτοῖς καὶ ταῖς γυναιξὶν ἐπᾴδοντες οὕτω διατελῶμεν· διὸ δὴ καὶ αὐτὸς εἰς ταῦτα καταλύσω τὰ ῥήματα· Διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω· τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ἡ γυνή.

Μετὰ ἀκριβείας ταῦτα φυλάξαντες τὰ ῥήματα, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐπὶ τῆς τραπέζης, καὶ ἐπὶ τῆς εὐνῆς, καὶ πανταχοῦ καὶ αὐτοὶ μελετῶμεν, καὶ τὰς γυναῖκας παιδεύωμεν, καὶ πρὸς ἡμᾶς λέγειν, καὶ παρ᾽ ἡμῶν ἀκούειν, ἵνα σωφρόνως τὸν παρόντα ζήσαντες βίον, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.