Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν»

Ἰωάννης ὁ Χρυσόστομος

Τα όρια της ανεξικακίας και η θεία αποδοκιμασία της οργής

Ο διάλογος του Χριστού με τον Απόστολο Πέτρο περί επανειλημμένης συγχωρήσεως και η αγιογραφική απόρριψη της έμμονης μνησικακίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Οὐκ εἶδες, πῶς οὐδὲ τοῦ πρώτου τῶν ἀποστόλων Πέτρου ἐφείσατο, ὅτε τοὺς τῆς ἀνεξικακίας ὅρους ἠθέλησεν ἐν ἑπτὰ σφάλμασι περιγράψαι, ὅτε ἔλεγε πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· «Ποσάκις, ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις;», πῶς δὲ καὶ ὁ κύριος διέτρεψεν αὐτὸν ἐπὶ πάντων καὶ λέγει· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά»; Μηδεὶς οὖν περιγραφέτω τοὺς τῆς ἀνεξικακίας ὅρους. «Ἐὰν γὰρ περιγράφητε,» φησίν, «κἀγὼ περιγράφω· ἐὰν δὲ ἀφῆτε, κἀγὼ συγχωρῶ.» Ὑμεῖς γὰρ καθ’ ἑαυτῶν περιγράφετε τῆς φιλανθρωπίας τὸ μέγεθος λέγοντες· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.» Καὶ ὅταν τὸν προφήτην μιμήσῃ λέγων· «Ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται. Ὅτι παρὰ σοῦ ὁ ἱλασμός ἐστιν», ταῖς οἰκείαις εὐχαῖς καταδεσμεύῃ μήτε συγχώρησιν λαβεῖν δυνάμενος. Πῶς γὰρ καὶ δυνάμεθα ἂν ἢ τῆς θυσίας ἅψασθαι τῆς πνευματικῆς τολμῶμεν τοσοῦτον ἰὸν ἔχοντες κατὰ τοῦ πλησίον; Ὅταν γὰρ εἴπωμεν προσευχόμενοι· «Κατάβαλε, κύριε, τὸν ἐχθρόν μου ἢ τὸν λελυπηκότα με, καὶ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀφάνισον, καὶ τοὺς προσήκοντας αὐτῷ διασκόρπισον» καὶ ἄλλους μυρίους ὀλέθρους κατευξώμεθα τοῖς ἐχθροῖς, οὐδὲν ἀνθρωποκτόνου, μᾶλλον δὲ ἀνθρωποφάγου ἐλάττονές ἐσμεν θηρίου.

Παυσώμεθα τοίνυν ταύτης τῆς νόσου καὶ τῆς μανίας, καὶ τὴν φιλοφροσύνην ἐπιδειξώμεθα πρὸς τοὺς λελυπηκότας ἡμᾶς, καθὼς ἐκέλευσε Χριστὸς ὁ θεὸς καὶ σωτὴρ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Μαλάξωμεν τοῦ θυμοῦ τὰ κύματα, κατασβέσωμεν τῆς πονηρίας τὴν φλόγα, καὶ μὴ παρατείνωμεν ἐπὶ χρόνον, ἵνα μὴ εἰς ἡμᾶς πληρωθῇ ἡ γραφὴ ὅτι διὰ τὴν παναρμόνιον αὐτῶν ἁμαρτίαν οὐκ ἐτάκησαν αὐτῶν αἱ πονηρίαι, ἀντὶ τοῦ· οὐδεὶς αὐτῶν εἰς ἀγαθὸν μετεβλήθη διὰ τὸν ἀθάνατον τῆς ψυχῆς αὐτῶν ὄλεθρον, καὶ πάλιν· Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων, ἀντὶ τοῦ· οὐδέπω τῶν προφητικῶν παραινέσεων ἐπήκουσαν, καὶ ἐπίστευσαν τοῖς λεγομένοις.

Εἶδες πόσην ἀσέβειαν ἐγέννησεν ὁ μηδέποτε δαπανώμενος θυμός; Εἶδες πόσων κακῶν πρόξενος γίνεται παραμόνιμος ὀργή; Βλέπε οὖν ἀπόφασιν ἀναντίρρητον κατὰ τῶν μὴ ὑπακουόντων τῶν θείων γραφῶν· Τάδε λέγει κύριος· «Ἐὰν στῶσι Μωϋσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπόν μου, οὐδ’ οὕτως εἰσακούσομαι αὐτῶν.» Τί γάρ, οὐκ ἦσαν ἄξιοι οἱ προφῆται καὶ νομοθέται ἀκουσθῆναι παρὰ τοῦ θεοῦ; Ἀλλὰ τούτους μὲν ὡς μεγάλους καὶ δικαίους ἄνδρας εἰπὼν καὶ ἀξιοπίστους ἀνακηρύττει, τὸ δὲ ἀνήκοον καὶ θυμῶδες τῶν ἐπιμόνως ὀργιζομένων κατὰ τοῦ πλησίον ἀποβάλλεται καὶ οὐδέποτε εἰσακούει αὐτῶν. Τοσούτων οὖν κατὰ γενεὰν μετὰ διαβολικῆς ὀργῆς παρ’ αὐτοῖς πραττομένων εἰκότως ὁ θεὸς ἀπεφήνατο κατ’ αὐτῶν, λέγων· «Ἐὰν στήσωνται Μωϋσῆς καὶ Ἀαρὼν κατὰ πρόσωπόν μου, οὐδ’ οὕτως εἰσακούσομαι αὐτῶν». Ἀλλ’ οἱ τοιοῦτοι ὡς ἀνήκοοι καὶ ἀπειθεῖς καὶ παραμόνιμον ἔχοντες τὴν ὀργὴν ἀπολαυέτωσαν τῆς τοιαύτης ἀποφάσεως.