Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν»

Ἰωάννης ὁ Χρυσόστομος

Καταληκτικές προτροπές και εσχατολογική προοπτική

Προτροπή για την τήρηση των θείων προσταγμάτων, την προσευχή υπέρ των αδικούντων, την επείγουσα μετάνοια εν όψει της Δευτέρας Παρουσίας και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Ἡμεῖς δὲ οἱ τὰ προστάγματα τοῦ θεοῦ μετὰ πάσης φιλίας καὶ δόξης ὑποδεξάμενοι, μετὰ τὴν σωτήριον αὐτοῦ ἀνάστασιν διὰ τῶν ἁγίων αὐτοῦ ἀποστόλων, φυλάξωμεν ἑαυτοὺς τηρεῖν τὰς ἐντολὰς αὐτοῦ, μνημονεύειν τε τῶν δικαιωμάτων αὐτοῦ, καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ.

Εὔχεσθε δὲ ὑπὲρ τῶν μνησικακούντων κατὰ τῶν πλησίον καὶ μὴ ποιούντων τὰς ἐντολὰς τοῦ θεοῦ, ὅπως κἀκεῖνοι εἰς ἐπίγνωσιν ἀληθείας ἐλθόντες σωθῶσιν. Τοῦτο γὰρ καλὸν καὶ εὐπρόσδεκτον παρὰ θεῷ, ὅτι πρώτη καὶ μεγάλη ἀγάπη ἣν ἐνετείλατο ὁ θεός, αὕτη ἐστίν, τὸ βλέπειν τὸν ἀδελφὸν ἁμαρτάνοντα καὶ ὑπερεύχεσθαι αὐτοῦ, ἵνα παύσηται τοῦ ἁμαρτάνειν· κἂν ἠδικήθη τις παρ’ αὐτοῦ, μὴ καταράσηται αὐτόν, ἀλλὰ μᾶλλον εὐλογήσῃ.

Τοῦτο γὰρ ποιῶν πρῶτον τὸ ἴδιον αὐτοῦ τραῦμα τῆς ἁμαρτίας θεραπεύει, καθὼς γέγραπται ὅτι Εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Τοίνυν, ἀδελφοί, τὰ τῆς εἰρήνης βραβεῖα κομισάμενοι, ἑτοιμασθῶμεν πρὸς τὴν ἀπάντησιν τῆς δευτέρας ἐνδόξου καὶ φοβερᾶς παρουσίας τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ἔτι καιρὸν ἔχομεν, πρὶν ἀποκλεισθῆναι τὰ τῆς μετανοίας πρόθυρα, πρὶν τὴν βαρεῖαν ἀκοῦσαι φωνὴν τὴν λέγουσαν· «Νῦν μετανοεῖς, ὅτε οὐκέτι καιρὸς μετανοίας;» Ὡς ἔτι οὖν ἔχομεν καιρὸν μετανοίας, ὡς ἔτι κύριοι τῆς ἡμετέρας προαιρέσεώς ἐσμεν, ἀποπτύσωμεν τὸν ἰὸν τῆς ὀργῆς, κατασβέσωμεν τὴν σατανικὴν ἔχθραν, ἀποδυσώμεθα τὸ μῖσος τὸ κατὰ τῶν ἀδελφῶν καὶ ἐνδυσώμεθα τὴν ἐν τοῖς οὐρανοῖς πολιτευομένην εἰρήνην, ἥνπερ ἄνωθεν ἐκ τῶν πατρικῶν θρόνων ἀγαγὼν ἡμῖν ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ ἔλεγεν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν,» μεθ’ οὗ τῷ πατρὶ σὺν ἁγίῳ πνεύματι δόξα, τιμή, κράτος, μεγαλωσύνη, μεγαλοπρέπεια καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.