Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ «Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν»

Ἰωάννης ὁ Χρυσόστομος

Τα καθημερινά παραπτώματα και η συγχώρεση ως οδός σωτηρίας

Απαρίθμηση των καθημερινών σφαλμάτων των πιστών και προβολή της συγχωρήσεως ως του ευκολότερου τρόπου απαλλαγής από αυτά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Εἰ δὲ προφέρεις μοι τὰς συμφορὰς καὶ τὰς λύπας καὶ τὰ συμβαίνοντα ἡμῖν τοῦ βίου κακά, ἀλλ’ ἐννόησον, ὅσον αὐτῷ προσκρούομεν καθ’ ἑκάστην ἡμέραν· καὶ ἀνέχεται ἡμῶν ὡς εὔσπλαγχνος πατήρ. Καὶ οὔκ εἰσι ταῦτα τὰ συμβαίνοντα ἡμῖν ἀντάξια τῶν γινομένων παρ’ ἡμῶν πονηρῶν πράξεων· καὶ γὰρ μόνης μιᾶς ἡμέρας ἐὰν λογισώμεθα ἡμῶν τὰς ἁμαρτίας, τότε γνωσόμεθα, πόσων κακῶν ἄξιοί ἐσμεν. Οὐκοῦν ἴδωμεν εἰ δοκεῖ ὑμῖν τέως τὰ σήμερον ἐν ἐκκλησίᾳ συμβεβηκότα.

Ἆρα μετὰ τοσαύτην νουθεσίαν οὐδεὶς ἡμῶν ἐρρᾳθύμησε προσευχόμενος; Ναί, λέγω ὑμῖν, ὅτι ἐγὼ πρῶτος ὁ διδάσκων. Τίς οὐκ ἀπενοήθη; Τίς οὐκ εἶπε τῷ πλησίον αὐτοῦ κακῶς; Τίς οὐ παρεδέξατο πονηρὰν ἀκοὴν κατὰ τοῦ ἀδελφοῦ; Τίς οὐ προσέσχεν ἀκολάστοις ὀφθαλμοῖς;

Τίς οὐκ ἐμνήσθη τοῦ ἐχθροῦ μετ’ ὀργῆς; Τίς οὐκ ἀπησχολήθη γραφῶν ἀναγινωσκομένων; Τίς οὐ παρήκουσε θεοῦ λαλοῦντος ἐν γραφαῖς ἁγίαις; Εἰ οὖν ἐν ἐκκλησίᾳ ὄντες τοσούτοις ἀνθρωπίνοις σφάλμασι περιπεπτώκαμεν, τίνες ἄρα ἐσόμεθα ἐξελθόντες νῦν ἐντεῦθεν; Καὶ εἰ ἐν τῷ λιμένι τοσαῦτα κύματα, ὅταν ἐξέλθωμεν εἰς τὸν εὔριπον τῶν κακῶν, τίς ἡμᾶς ὑποστήσεται; Οὐ τῆς ἡμετέρας ζωῆς κατηγορῶν, μὴ γένοιτο, ἀλλὰ τῆς ἀφάτου φιλανθρωπίας τοῦ παντελεήμονος θεοῦ τὸν πλοῦτον ἀνακηρύττω, ὅτι τῆς τοσούτων καὶ τηλικούτων ἁμαρτημάτων ἀπαλλαγῆς δέδωκεν ἡμῖν ὁδὸν σύντομον καὶ ῥᾳδίαν καὶ παντὸς βίου ἀπηλλαγμένην. Ποίαν ταύτην; Τὸ συγχωρεῖν τοῖς ἁμαρτάνουσιν εἰς ἡμᾶς τὰ πλημμελήματα αὐτῶν. «Ἐάν,» γάρ φησιν, «ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν.» Ποῖος γάρ ἐστι πόνος, εἴπατέ μοι, τὸ συγχωρῆσαι τῷ λελυπηκότι τὰ ἁμαρτήματα; Ἀλλὰ καὶ σφόδρα εὔκολον τῷ βουλομένῳ ἀγαθοποιῆσαι· οὐδὲ γὰρ πέλαγος διαπερᾶσαι δεῖ, οὐδὲ ὁδὸν ἀποδημῆσαι μακράν, οὐδὲ τῶν ὀρέων τὰς κορυφὰς ὑπερβῆναι, οὐδὲ χρήματα δαπανῆσαι τὰ πολυσπούδαστα, οὐδὲ σῶμα κατατεῖναι καὶ τὴν ἰσχὺν διαγυμνάσαι, ἀλλ’ ἀρκεῖ σοι τὸ θελῆσαι μόνον, καὶ πάντα λέλυται τὰ ἁμαρτήματα.