Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Ἐὰν πεινᾷ ὁ ἐχθρός σου

Ἰωάννης ὁ Χρυσόστομος

Έλεγχος για την απουσία των πιστών και η ευθύνη της καθοδήγησης των αδελφών

Επιτίμηση της αδιαφορίας των παρόντων για τους απόντες, έμφαση στην αναγκαιότητα της συνεχούς νουθεσίας και προβολή του ρόλου των πιστών ως πνευματικού φωτός και άλατος στην κοινότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 8

ΠΡΟΣ ΤΟΥΣ Μὴ ἀπαντήσαντας εἰς τὴν σύναξιν, καὶ εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου ψώμιζε αὐτὸν,» καὶ περὶ τοῦ μνησικακεῖν. αʹ. Οὐδὲν, ὡς ἔοικεν, ὠφελήσαμεν, μακρὸν λόγον πρώην πρὸς ὑμᾶς ἀποτείναντες ὑπὲρ τῆς περὶ τὰς συνάξεις σπουδῆς· πάλιν γὰρ ἡμῖν ἔρημος ἡ ἐκκλησία τῶν τέκνων. Διὸ καὶ πάλιν ἀναγκάζομαι ἐπαχθὴς φανῆναι καὶ βαρὺς, ἐπιτιμῶν τοῖς παροῦσιν, ἐγκαλῶν τοῖς ἀπολειφθεῖσιν· ἐκείνοις μὲν, ὅτι τὴν ῥᾳθυμίαν οὐκ ἀπέθεντο, ὑμῖν δὲ, ὅτι τῆς τῶν ἀδελφῶν οὐκ ἀντελάβεσθε σωτηρίας. Ἀναγκάζομαι βαρὺς φανῆναι καὶ ἐπαχθὴς, οὐχ ὑπὲρ ἐμαυτοῦ καὶ τῶν ἐμῶν κτημάτων, ἀλλ᾽ ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας σωτηρίας, ἧς οὐδὲν ἐμοὶ προτιμότερον. Ὁ βουλόμενος βαρυνέσθω, καὶ φορτικὸν καὶ ἀναίσχυντον καλείτω· ἐγὼ δὲ οὐ παύσομαι συνεχῶς ὑπὲρ τῶν αὐτῶν ἐνοχλῶν· τῆς γὰρ ἀναισχυντίας ταύτης οὐδὲν ἄμεινον ἐμοί. Ἴσως γὰρ, ἴσως, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἐρυθριάσαντες, τὸ μὴ συνεχῶς ὀχλεῖσθαι περὶ τῶν αὐτῶν, ἀντιλήψεσθέ ποτε τῆς κηδεμονίας τῶν ἀδελφῶν τῶν ὑμετέρων. Τί γάρ μοι τῶν ἐπαίνων ὄφελος, ὅταν ὑμᾶς μὴ θεάσωμαι προκόπτοντας κατ᾽ ἀρετήν; τί δέ μοι βλάβος ἐκ τῆς σιγῆς τῶν ἀκουόντων, ὅταν αὐξομένην ὑμῶν ἴδω τὴν εὐλάβειαν;

Ἔπαινος γὰρ τοῦ λέγοντος οὐχ ὁ κρότος, ἀλλ᾽ ὁ περὶ τὴν εὐσέβειαν ζῆλος τῶν ἀκουόντων· οὐχ ὁ θόρυβος κατὰ τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλ᾽ ἡ σπουδὴ ἡ διαπαντὸς τοῦ χρόνου. Ὁ κρότος ἐξῆλθεν ὁμοῦ τε τοῦ στόματος, καὶ εἰς ἀέρα διαχυθεὶς ἀπώλετο· τὸ δὲ βελτίονας γενέσθαι τοὺς ἀκούοντας, ἀγήρω καὶ ἀθάνατον φέρει τὸν μισθὸν καὶ τῷ λέγοντι καὶ τοῖς πειθομένοις.

Ὁ τῆς βοῆς ὑμῶν ἔπαινος ἐνταῦθα τὸν λέγοντα ποιεῖ λαμπρὸν, ἡ δὲ τῆς ψυχῆς ὑμῶν εὐλάβεια πολλὴν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ δίδωσι παῤῥησίαν τῷ διδάξαντι. Ὥστε, εἴ τις τῶν λεγόντων ἐρᾷ, μὴ τῶν κρότων, ἀλλὰ τῆς ὠφελείας τῶν ἀκουόντων ἐράτω. Οὐκ ἔστι τὸ τυχὸν κακὸν ἀδελφῶν ἀμελεῖν, ἀλλ᾽ ἐσχάτη κόλασις, καὶ ἀπαραίτητος τιμωρία· καὶ τοῦτο ὁ τὸ τάλαντον καταχώσας ἐδήλωσεν. Οὐδὲν γοῦν ὑπὲρ τῆς οἰκείας ἐνεκαλεῖτο ζωῆς· οὐδὲ γὰρ ἐγένετο κακὸς περὶ τὴν καταθήκην· ὁλόκληρον γὰρ αὐτὴν ἀπέδωκεν· ἀλλ᾽ ὅμως ἐγένετο κακὸς καὶ περὶ τὴν ἐργασίαν τῆς παρακαταθήκης. Οὐ γὰρ ἐδιπλασίασε τὸ πιστευθέν· διὸ καὶ ἐκολάζετο. Ὅθεν δῆλον, ὅτι κἂν ἡμεῖς σπουδαῖοι ὦμεν καὶ συγκεκροτημένοι, κἂν πολλὴν ἐπιθυμίαν ἔχωμεν περὶ τὴν ἀκρόασιν τῶν θείων Γραφῶν, οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῶν. Διπλασιάσαι γὰρ χρὴ τὴν παρακαταθήκην, διπλῆ δὲ γίνεται, ὅταν μετὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς ἑτέρων ἀντιλαμβανώμεθα προνοίας.

Ἐπεὶ κἀκεῖνος εἶπεν, Ἴδε ἔχεις τὸ σὸν σῶον· ἀλλ᾽ οὐκ ἤρκεσεν αὐτῷ τοῦτο πρὸς ἀπολογίαν. Ἔδει γὰρ, φησὶ, καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας τὸ καταβληθέν. Καί μοι σκόπει, πῶς κοῦφα τοῦ Δεσπότου τὰ ἐπιτάγματα. Ἄνθρωποι μὲν γὰρ τοὺς δανείζοντας χρήματα δεσποτικὰ καὶ τῆς ἀπαιτήσεως ὑπευθύνους ποιοῦσι. Σὺ κατέβαλες, σὺ, φησὶν, ἀπαίτησον· ἐμοὶ λόγος οὐδεὶς πρὸς τὸν δεξάμενον. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καταβαλεῖν κελεύει μόνον, οὐκέτι δὲ καὶ τῆς ἀπαιτήσεως ἡμᾶς ὑπευθύνους ποιεῖ.

Τοῦ συμβουλεῦσαι γὰρ, οὐ τοῦ πεῖσαι κύριος ὁ λέγων ἐστί. Διὸ τῆς καταβολῆς ὑπεύθυνόν σε ποιῶ μόνον, φησὶ, τῆς δὲ ἀπαιτήσεως οὐκέτι. Τί τούτου κουφότερον; Ἀλλ᾽ ὅμως σκληρὸν ἐκάλει τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον δεσπότην ὁ δοῦλος. Τοιαῦται γὰρ τῶν ἀγνωμόνων καὶ ῥᾳθύμων οἰκετῶν αἱ συνήθειαι· τῶν οἰκείων ἁμαρτημάτων εἰς τοὺς δεσπότας ἀεὶ μετατιθέασι τὰς αἰτίας. Διὰ τοῦτο στρεβλούμενος καὶ δεσμούμενος ἐκεῖνος εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον. Ὅπερ ἵνα μὴ ἡμεῖς πάθωμεν, καταβάλλωμεν τὴν διδασκαλίαν ἐπὶ τοὺς ἀδελφοὺς, κἂν πείθωνται, κἂν μὴ πείθωνται. Πειθόμενοι μὲν γὰρ, καὶ ἑαυτοὺς καὶ ἡμᾶς ὠφελήσουσι· μὴ πειθόμενοι δὲ, αὐτοῖς μὲν ἀπαραίτητον ἐπισπῶνται κόλασιν, ἡμᾶς δὲ οὐδὲ τὸ τυχὸν παραβλάψαι δύναιντ᾽ ἄν. Τὸ γὰρ ἡμέτερον ἐποιήσαμεν, συμβουλεύσαντες· εἰ δὲ μὴ πείθοιντο, οὐδὲν ἡμῖν ἐκ τούτου γένοιτ᾽ ἂν βλάβος.

Ἔγκλημα γὰρ, οὐ τὸ μὴ πεῖσαι, ἀλλὰ τὸ μὴ συμβουλεῦσαι· μετὰ δὲ τὴν παραίνεσιν καὶ τὴν συμβουλὴν, τὴν διηνεκῆ καὶ τὴν συνεχῆ, οὐκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ἔσται ὁ λόγος τῷ Θεῷ. Ἐβουλόμην γοῦν εἰδέναι σαφῶς, ὅτι παραινοῦντες αὐτοὺς διατελεῖτε, καὶ εἰ διαπαντὸς μένουσιν ἐπὶ τῆς ῥᾳθυμίας ἐκεῖνοι, καὶ οὐκ ἂν ὑμῖν οὐδέποτε ἠνόχλησα· νῦν δέδοικα, μή ποτε ἐκ τῆς ὑμετέρας ὑπεροψίας καὶ ἀμελείας μένωσιν ἀδιόρθωτοι. Καὶ γὰρ ἀμήχανον ἄνθρωπον συνεχῶς ἀπολαύοντα παραινέσεως καὶ διδασκαλίας, μὴ γενέσθαι βελτίω καὶ σπουδαιότερον.

Καὶ δημώδης μέν ἐστιν ἡ παροιμία, ἣν ἐρεῖν μέλλω· πλὴν ἀλλ᾽ αὐτὸ τοῦτο συνίστησι. Πέτραν γὰρ κοιλαίνει, φησὶ, ῥανὶς ὑδάτων ἐνδελεχοῦσα. Καίτοι τί μαλακώτερον ὕδατος; τί δὲ πέτρας σκληρότερον; Ἀλλ᾽ ὅμως ἡ ἐνδελέχεια τὴν φύσιν ἐνίκησεν. Εἰ δὲ φύσιν ἐνδελέχεια νικᾷ, πολλῷ μᾶλλον προαιρέσεως δύναιτ᾽ ἂν περιγενέσθαι. Οὐκ ἔστι παίγνια ὁ Χριστιανισμὸς, ἀγαπητοὶ, οὐδὲ πρᾶγμα πάρεργον. Συνεχῶς ταῦτα λέγομεν, καὶ οὐδὲν πλέον ποιοῦμεν.

βʹ. Πῶς οἴεσθέ με ὀδυνᾶσθαι, ἀναμιμνησκόμενον ὅτι ἐν μὲν ταῖς πανηγύρεσι πελάγη θαλάττης μακρὰ μιμεῖται τῶν συνάξεων τὰ πλήθη, νῦν δὲ οὐδὲ τὸ πολλοστὸν τοῦ πλήθους ἐκείνου μέρος ἐνταῦθα συλλέγεται; Ποῦ νῦν εἰσιν οἱ διενοχλοῦντες ἡμᾶς ἐν ταῖς ἑορταῖς; Ἐκείνους ἐπιζητῶ, καὶ δι᾽ ἐκείνους ὀδύρομαι, ἐννοῶν ὅσον πλῆθος ἀπόλλυται τῶν σωζομένων, ὅσην ἀδελφῶν ὑπομένω ζημίαν, πῶς εἰς ὀλίγους τὰ τῆς σωτηρίας περιίσταται, καὶ τὸ πλέον τοῦ σώματος τῆς Ἐκκλησίας μέρος νεκρῷ καὶ ἀκινήτῳ προσέοικε σώματι. Καὶ τί πρὸς ἡμᾶς, φησί; Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα τοὺς μὴ θεραπεύοντας, τοὺς μὴ παραινοῦντας καὶ συμβουλεύοντας, πρὸς ὑμᾶς οὐκ ἐπιτιθέντας ἀνάγκην, καὶ μετὰ βίας ἕλκοντας, καὶ τῆς πολλῆς ἀπάγοντας ῥᾳθυμίας. Ὅτι γὰρ οὐχ ἑαυτῷ χρήσιμον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ πολλοῖς, ἐδήλωσεν ὁ Χριστὸς, ἅλας ἡμᾶς καὶ ζύμην καλέσας καὶ φῶς· ταῦτα δὲ ἑτέροις ἐστὶ χρήσιμα καὶ λυσιτελῆ.

Καὶ γὰρ ὁ λύχνος οὐχ ἑαυτῷ φαίνει, ἀλλὰ τοῖς ἐν σκότῳ καθημένοις· καὶ σὺ λύχνος εἶ, οὐχ ἵνα τοῦ φωτὸς ἀπολαύσῃς μόνος, ἀλλ᾽ ἵνα ἐκεῖνον τὸν πεπλανημένον ἐπαναγάγῃς. Τί γὰρ ὄφελος λύχνου, ὅταν μὴ φαίνῃ τῷ ἐν τῷ σκότει καθημένῳ; τί δὲ ὄφελος Χριστιανοῦ, ὅταν μηδένα κερδάνῃ μηδὲ πρὸς ἀρετὴν ἐπαναγάγῃ; Πάλιν τὸ ἅλας οὐχ ἑαυτὸ ἐπισφίγγει μόνον, ἀλλὰ καὶ τὰ σεσηπότα τῶν σωμάτων συστέλλει, καὶ οὐκ ἀφίησι διαῤῥυέντα ἀπολέσθαι. Οὕτω δὴ καὶ σὺ, ἐπειδὴ ἅλας σε κατεσκεύασεν ὁ Θεὸς πνευματικὸν, τὰ σεσηπότα μέλη, τουτέστι, τοὺς ῥᾳθύμους ἀδελφῶν καὶ βαναύσους ἐπίσφιγξον καὶ σύστειλον, καὶ τῆς ῥᾳθυμίας, ὥσπερ τινὸς σηπεδόνος, ἀπαλλάξας, ἕνωσον τῷ λοιπῷ σώματι τῆς Ἐκκλησίας. Διὰ τοῦτό σε καὶ ζύμην ἐκάλεσε· καὶ γὰρ καὶ ἡ ζύμη οὐχ ἑαυτὴν ζυμοῖ, ἀλλὰ τὸ λοιπὸν φύραμα τὸ πολὺ καὶ ἄφατον ἡ μικρὰ καὶ βραχεῖα. Οὕτω δὴ καὶ ὑμεῖς· εἰ καὶ ὀλίγοι ἐστὲ κατὰ τὸν ἀριθμὸν, ἀλλὰ πολλοὶ καὶ δυνατοὶ τῇ πίστει καὶ τῇ κατὰ Θεὸν γίνεσθε σπουδῇ. Ὥσπερ οὖν ἡ ζύμη οὐκ ἀσθενεῖ διὰ τὴν βραχύτητα, ἀλλὰ περιγίνεται διὰ τὴν ἐγκειμένην αὐτῇ θερμότητα καὶ τὴν τῆς ποιότητος δύναμιν· οὕτω δὴ καὶ ὑμεῖς δυνήσεσθε πολλῷ πλείους πρὸς τὴν αὐτὴν ὑμῖν ἐπαναγαγεῖν σπουδὴν, ἂν θέλητε.