Ἵνα οὖν μὴ μάτην ἐνταῦθα συλλέγησθε, μετὰ πάσης σπουδῆς, ὃ πολλάκις ὑμῶν ἐδεήθην, καὶ δεόμενος οὐ παύσομαι, τοὺς ἀδελφοὺς ἡμῖν ἐπισπάσασθε, τοὺς πλανωμένους παραινέσατε, συμβουλεύσατε μὴ λόγῳ μόνον, ἀλλὰ καὶ ἔργῳ. Μείζων αὕτη ἡ διδασκαλία ἡ διὰ τῶν τρόπων, ἡ διὰ τῆς πολιτείας. Κἂν μηδὲν εἴπῃς, ἐξέλθῃς δὲ ἀπὸ συνάξεως, διὰ τοῦ σχήματος, καὶ τοῦ βλέμματος, καὶ τῆς φωνῆς, καὶ τῆς βαδίσεως, καὶ τῆς ἄλλης ἁπάσης καταστολῆς ἐμφαίνων τοῖς ἀπολειφθεῖσιν ἀνθρώποις τὸ κέρδος, ὅπερ ἐντεῦθεν ἐξῆλθες λαβὼν, ἀρκεῖ τοῦτο εἰς παραίνεσιν καὶ συμβουλήν. Οὕτω γὰρ ἡμᾶς ἐντεῦθεν ἐξιέναι δεῖ, ὥσπερ ἐξ ἱερῶν ἀδύτων, ὥσπερ ἐξ αὐτῶν καταβάντας τῶν οὐρανῶν, γενομένους κατεσταλμένους, φιλοσοφοῦντας, ῥυθμῷ πάντα καὶ ποιοῦντας καὶ λέγοντας· καὶ γυνὴ τὸν ἄνδρα ὁρῶσα ἀπὸ συνάξεως ἀναχωροῦντα, καὶ τὸν υἱὸν πατὴρ, καὶ τὸν πατέρα ὁ παῖς, καὶ τὸν δεσπότην ἡ δοῦλος, καὶ τὸν φίλον ὁ φίλος, καὶ τὸν ἐχθρὸν ὁ ἐχθρὸς, λαμβανέτωσαν ἅπαντες αἴσθησιν τῆς ἐνταῦθα γενομένης ἡμῖν ὠφελείας· λήψονται δὲ, ἂν πραοτέρων, ἂν φιλοσοφωτέρων, ἂν εὐλαβεστέρων ὑμῶν γεγενημένων αἰσθάνωνται.