Καὶ ἵνα μάθῃς ὅτι διὰ τὴν ἀσθένειαν τῶν οὐκ ἀνεχομένων ἄλλως ἑαυτοῖς συνάπτεσθαι, τοῦτον εἰσήγαγε τὸν νόμον, ἄκουσον πῶς ὁ Χριστὸς τὸ αὐτὸ τοῦτο νομοθετῶν, οὐ τὸ αὐτὸ τέθεικεν ἔπαθλον· ἀλλ᾽ εἰπὼν, ὅτι Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ὅπερ ἐστὶ τρέφειν καὶ ποτίζειν, οὐκ ἐπήγαγεν, ὅτι Τοῦτο γὰρ ποιοῦντες ἄνθρακας πυρὸς σωρεύσετε ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ἀλλὰ τί; Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Εἰκότως· Πέτρῳ γὰρ, Ἰακώβῳ καὶ Ἰωάννῃ διελέγετο, καὶ τῷ λοιπῷ τῶν ἀποστόλων χορῷ· διὰ τοῦτο αὐτὸ τέθεικεν ἔπαθλον. Εἰ δὲ λέγεις, ὅτι καὶ οὕτω φορτικὸν τὸ ἐπίταγμα, μειζόνως μὲν ὑπὲρ Παύλου πάλιν ἡμῖν ἀπολογῇ, σαυτὸν δὲ πάσης συγγνώμης ἀποστερεῖς. Τί δήποτε; Ὅτι τοῦτο τὸ δοκοῦν εἶναι φορτικὸν, ἐν τῇ Παλαιᾷ σοι δείκνυμι κατορθούμενον, ὅτε οὔπω τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν. Διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος οὐχὶ οἰκείοις ῥήμασι τὸν νόμον εἰσήγαγεν, ἀλλ᾽ αὐταῖς χρησάμενος ταῖς ῥήσεσιν, αἷς ὁ παρὰ τὴν ἀρχὴν αὐτὸν εἰσαγαγὼν ἔθηκεν, ἵνα μηδεμίαν συγγνώμην καταλείπῃ τοῖς μὴ τηροῦσιν αὐτόν. Τὸ γὰρ, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτὸν, οὐχὶ Παύλου ἐστὶ πρῶτον ῥῆμα, ἀλλὰ τοῦ Σολομῶντος.