Καὶ τί μοι, φησὶν, ἔχεις εἰπεῖν; οὐκ εἶπεν ὅτι Καινὴ κτίσις ἐστὶ παρὰ Χριστιανοῖς; Πάνυ. Δεῖξον οὖν μοι, φησὶ, καινὴν κτίσιν· δεῖξόν μοι ὅτι καινὸς οὐρανὸς ἐγένετο, ὅτι πρὸ μὲν τοῦ παραγενέσθαι τὸν Χριστὸν ἄλλος ἦν, μετὰ δὲ ταῦτα ἄλλος ἐγένετο· ὅτι θάλαττα ἄλλη, ὅτι σπέρματα ἄλλα, ὅτι φύσις ἄλλη, ὅτι καρπὸς ἄλλος, ὅτι ποταμοὶ ἄλλοι, ὅτι ἄνεμοι ἄλλοι· ταῦτα γὰρ πάντα ἀρχαῖα, καὶ σὺ λέγεις ὅτι καινὴ κτίσις; Ἀνάσχου, μὴ μαίνου· ὅσῳ ἀντιλέγεις, τοσοῦτον μᾶλλον βρύει τῆς ἀληθείας ἡ ὑπερβολή. Μὴ μαίνομαι; φησὶ, μὴ ἀντιλέγω; ἴδε ἡσυχάζω. Ἡσύχασον· ἐρωτήσω σε. Ἐρώτησον. Λέγει, πρὶν ἢ παραγενέσθαι τὸν Χριστὸν, ἄλλος ἦν ὁ οὐρανὸς, μετὰ δὲ τὸ παραγενέσθαι ἄλλος ἐγένετο; καὶ πρὶν ἢ παραγενέσθαι αὐτὸν κατὰ σάρκα ὁ αὐτὸς οὐρανὸς ἦν, καὶ μετὰ τὸ παραγενέσθαι αὐτὸν ὁ αὐτὸς ἔμεινεν οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ ὁ ἀὴρ καὶ οἱ ἄνεμοι, Τί οὖν, φησὶ, κομπάζει Παῦλος λέγων· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινὰ τὰ πάντα; Ἐγὼ, φησὶ, καινὸν οὐδὲν βλέπω. Οὐ γὰρ ἔχεις ὀφθαλμοὺς ἵνα ἴδῃς· δεῦρο, ποιήσω σοι ὀφθαλμοὺς καὶ ὁρᾷς. Καὶ ὀφθαλμοὺς ποιεῖς; Πάνυ. Καὶ δημιουργὸς εἶ; Πάνυ. Σὺ ἀπονενόησαι;