Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸ Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις

Ἰωάννης ὁ Χρυσόστομος

Η ασθένεια της ανθρώπινης φύσης και η συγκατάβαση του θείου Ιατρού

Χρησιμοποιείται η αλληγορία του ιατρού για να περιγραφεί η αδυναμία των προφητών και του Νόμου ενώπιον της αμαρτίας, προβάλλοντας την ενανθρώπηση του Χριστού ως τη μόνη σωτήρια θεραπεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 7

Πρόσεχε μετὰ ἀκριβείας· Οὐκ ἐγένετο οὐρανὸς καινὸς, οὐδὲ ἥλιος καινὸς, οὐδὲ γῆ. Τί γάρ μοι ὄφελος, εἰ οὐρανὸς ἐγένετο καινὸς, ἐγὼ δὲ ἔμελλον ἐν ἁμαρτίαις εἶναι; τί με ὠφελεῖ ἢ βλάπτει με ὁ οὐρανὸς μένων, ὅταν ἐγὼ μὴ μένω ὁ αὐτός; Ὁ οὐρανὸς οἶκός ἐστιν, ἐγὼ δὲ νοσηρός εἰμι. Ἐὰν οὖν ἴδῃς ἰατρὸν εἰσελθόντα εἰς τὴν οἰκίαν, καὶ τοῦ μὲν νοσηροῦ μηδεμίαν πρόνοιαν ποιούμενον, λευκαίνοντα δὲ τοὺς τοίχους, χρυσοῦντα τὸν ὄροφον, οὐ λέγεις, Ἄνθρωπε, ἀνάστησον τὸν νοσοῦντα; τί τὴν οἰκίαν καλλωπίζεις; Καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον, εἰς ὃν κατακειμένην ηὗρε τὴν φύσιν μου νοσοῦσαν. Πρόσεχε πάλιν ᾧ λέγω· Εἰσέρχεται ἰατρὸς εἰς οἶκον μέγαν, εὑρίσκει νοσοῦντα ἄνθρωπον, πυρέττοντα, ἕλκη ἔχοντα· ἀφίησι τὸν νοσοῦντα καὶ ἐγείρεται; λευκαίνει τοὺς τοίχους; χρυσοῖ τὸν ὄροφον; τὸ ἔδαφος καλλωπίζει; Οὐχί· ἀλλὰ τοῦ μὲν οἴκου οὐδένα ποιεῖται λόγον, ὅλῃ δὲ σπουδῇ κέχρηται πρὸς τὸν νοσοῦντα. Ἐὰν ὁ οἰκοδεσπότης ὑγιαίνῃ, καὶ τὰ ἄλλα ἕπεται. Οὕτω καὶ ἐνταῦθα. Εἰσῆλθεν εἰς τὸν κόσμον ὁ Χριστός· σάρκα ἀνέλαβε, πανταχοῦ δὲ πάρεστιν ἀεί· εἴσοδον δὲ αὐτοῦ τὴν οἰκονομίαν καλεῖ ἡ Γραφή.

Εἰσῆλθεν εἰς τὸν κόσμον τοῦτον τὸν μέγαν, ὃν αὐτὸς κατεσκεύασεν· ηὗρε νοσοῦσαν τὴν φύσιν τῶν ἀνθρώπων, νοσοῦσαν, οὐκ ἐπὶ κλίνης κειμένην, ἀλλ᾽ ἐπὶ κακίας ἐῤῥιμμένην, τὸ κοινὸν μέλος διεφθαρμένον, βωμοὺς ἀναπτομένους, κνίσσαν τὸν ἀέρα μολύνουσαν, τέκνα σφαττόμενα παρὰ γονέων, τὴν φύσιν πατουμένην, τοὺς νόμους τῆς οὐσίας σαλευομένους, τὴν συμπάθειαν ἀτιμαζομένην· Ἔθυσαν υἱοὺς αὐτῶν καὶ θυγατέρας τοῖς δαιμονίοις· ἐκβακχευομένους τοὺς ἀνθρώπους ἀκολάστως, τὸν μὲν πόρνον, τὸν δὲ μοιχὸν, τὸν δὲ ἀνδροφόνον, τὴν γῆν ἅπασαν ἀπολλυμένην, τῶν ἀνθρώπων κειμένων ἐν τῇ κλίνῃ τῆς πονηρίας, τὸν διάβολον παραμένοντα, ἀνάπτοντα τὴν κάμινον, ἐμπιπλῶντα τὰ ἕλκη, τοὺς ἰατροὺς ἀτονοῦντας, τοὺς προφήτας λέγω, κατηγοροῦντας, οὐ διορθωμένους, τοὺς ἰατροὺς παρακαθημένους, φάρμακα κατασκευάζοντας, οὐκ ὠφελοῦντας δὲ, κατηγοροῦντας δὲ ἅπαντας. Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν.

Ὁ ἰατρὸς ταῦτα; Ποία οὖν ἐλπὶς, ὅτε ἰατρὸς κατηγορεῖ τοῦ κάμνοντος; Ὁ μὲν ἔλεγεν· Ἵπποι θηλυμανεῖς ἐγένοντο, ἕκαστος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Ἄλλος ἐκάθισεν ἐν τῇ ἐρήμῳ, ὡς ἡ κορώνη· Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· ἄλλος· Ἀρὰ καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ· ἄλλος· Οὐαὶ ἔθνος ἁμαρτωλῶν.

Ἐξέρχεται ὁ ἰατρὸς κλαίων· ποίαν δὲ ἐλπίδα ἔχει ὁ νοσῶν, ὅταν ἴδῃ τὸν ἰατρὸν κλαίοντα; ποίαν ἐλπίδα ἔχεις, ὅταν ἴδῃς τὸν ἀπεγνωκότα; τί ἔχεις χρηστὸν προσδοκῆσαι περὶ τοῦ νοσοῦντος; Καίτοι ἰατροὶ πολλάκις, καὶ εἰδότες τὴν τελευταίαν, ὥστε μὴ λυπῆσαι τοὺς προσήκοντας, τῇ φιλοσοφίᾳ νικῶσι τὸ πάθος, καὶ φαιδρὸν ἐπιδείκνυνται τὸ πρόσωπον τῆς ἑαυτῶν ὑπολήψεως, ἵνα μὴ καταβάλωσι τὰ φρονήματα τῶν νοσούντων.

Ὅταν γὰρ ὁ νοσῶν ἴδῃ διαστρέφοντα τὴν ὄψιν τὸν ἰατρὸν, τί ἔχει χρηστὸν ἐλπίσαι; Ὧδε δὲ οὕτως ἐνίκησε τὸ νόσημα, ὡς αὐτὸν τὸν ἰατρὸν κλαίειν· τί ἔχω ποιῆσαι; ἕλκη, σηπεδὼν, σκώληκες, μυρία κακά. Οὐαὶ ἔθνος ἁμαρτωλόν! Ὁ δὲ ἄλλος καὶ θρήνους ὁλοκλήρους ἔγραψεν, ὁ Ἱερεμίας· ὁ μὲν πενθεῖ, ὁ δὲ θρηνεῖ, ὁ δὲ παρακαλεῖ· ὁ Θεὸς ἄνωθεν· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου. Ποία ἐλπὶς λοιπὸν, ὅταν ὁ Θεὸς λέγῃ, Ἐγκαταλέλοιπα τὰ σύμπαντα, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν μου; Ὁ Ἠλίας κάτωθεν· Κύριε, τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν, κἀγὼ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου. Εἰ δὲ ἐν τῇ Ἰουδαίᾳ ταῦτα, ὅπου νόμος, ὅπου ναὸς, ὅπου κιβωτὸς, ὅπου θυσία Ἰουδαϊκή· τί ἦν ὅπου εἴδωλα, ὅπου κνίσσα καὶ καπνὸς, παράνομοι τελεταὶ, ἀσέβειαι· ὅπου τὰ πάθη ἐθεοποιεῖτο, ὅπου κυνῶν φωνὴν ἐμιμοῦντο, οἵτινες ἐπὶ τοῦ Διονύσου ὠργιάζοντο δέρμα αἰγῶν καὶ κυνῶν φωνὴν, ἵνα πάντοθεν τὴν εὐγένειαν ἀπολέσωσι; Κύνας, χοίρους ἐποίησεν ὁ διάβολος, ἔχεις ἐποίησεν, ὄφεις εἰργάσατο, ἀσπίδας κατεσκεύασε λευκούς. Ὁ νόμος ἀτονεῖ, οἱ προφῆται κατηγοροῦσι. Τί οὖν, ἄθλιε; εἰσελθὼν καὶ εὑρὼν τὴν οἰκουμένην οὕτω κακουμένην, ἔμελλε τὸν οὐρανὸν καλλωπίζειν, καὶ ἀφιέναι τὸν νοσηρόν;

Ἀλλ᾽ οὐκ ἐποίησε τοῦτο, ἀλλ᾽ ἔδραμεν ἐπὶ τὸν νοσοῦντα, δι᾽ ὃν καὶ οὐρανὸς, δι᾽ ὃν καὶ γῆ καὶ θάλαττα καὶ ἀὴρ καὶ τὰ ἄλλα πάντα. Διὰ τοῦτο οὐδὲ οὐρανοῦ σχῆμα ἀνέλαβεν· οὐ γὰρ οὐρανὸν ἔμελλε θεραπεύειν, ἀλλ᾽ ἄνθρωπον. Διὰ τοῦτο τοῦ νοσοῦντος τὸ συγγενὲς ἀνεκτήσατο, καὶ ἔρχεται ὡς αὐτὸς ἐκεῖνος ὁ νοσῶν, οὐ νοσῶν αὐτός· Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· ἀλλ᾽ ἦλθε συγγενὲς ἔχων τῆς ἐκείνου φύσεως σκεῦος.

Οὐκ ἦλθε γυμνῇ τῇ θεότητι, ἵνα μὴ φύγῃ ὁ νοσῶν, ἵνα μὴ σοβήσῃ τὴν θήραν· ἀλλ᾽ ὥσπερ ἰατρὸς πολλάκις εὐγενὴς ὢν καὶ ἐπιφανὴς, προγόνων ἔχων περιφάνειαν, καὶ σηρικὰ περιβεβλημένος ἱμάτια, ἐπειδὰν εἰσέλθῃ πρὸς πτωχὸν νοσοῦντα δεόμενον χειρουργηθῆναι, ἢ ἄλλο τι, ἀποδύεται τὰ ἱμάτια καὶ ἀφίησι τὴν περιφάνειαν καὶ λαμβάνει λέντιον, καὶ διαζώννυσιν ἑαυτὸν, μέλλων καίειν, μέλλων τέμνειν, καὶ οὐ ζητεῖ τὴν ἑαυτοῦ ἀξίαν, ἀλλὰ τὴν κηδεμονίαν τοῦ κάμνοντος· οὕτω καὶ ὁ Δεσπότης τῶν ἀγγέλων ἐποίησεν, οὗ ἡ δόξα ἀνερμήνευτος· κατέβη ὡς ἄνθρωπος, διέζωσεν ἑαυτὸν λέντιον, διέζωσεν ἑαυτὸν, τὴν φύσιν τὴν ἡμετέραν, ἐγένετο πτωχὸς ὁ πλούσιος, οὐκ ἀπολέσας τὸν πλοῦτον, ἀλλὰ κρύψας τὸν πλοῦτον· Γινώσκετε γὰρ, φησὶ, τὴν χάριν τοῦ Κυρίου, ὅτι δι᾽ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Εἶδες πτωχείαν πλούτου μητέρα; εἶδες πενίαν περιουσίας ὑπόθεσιν; ὁ πλούσιος ἐγένετο πτωχὸς, ἵνα ἐγὼ ὁ πτωχὸς γενῶ πλούσιος. Ὡς ἰατρὸς περιεζώσατο λέντιον. Ποῦ κατέβη; Λέντιον περιεζώσατο· οὐκ ἤρκησεν αὐτῷ τῆς φύσεως ἡ περιβολὴ, ἀλλὰ καὶ σχῆμα δούλου ἀνέλαβεν, οὐ φύσιν δούλου μόνον.

Ἦλθε τοίνυν, νοσοῦσαν ηὗρε τὴν φύσιν τὴν ἡμετέραν, ἐγένετο τοῦτο ὅπερ εἰμὶ ἐγὼ, ἁμαρτίας μέντοι χωρίς· ἦλθεν εἰς τὴν καλύβην εἰς ἣν κατεκείμην· εἶδε σκώληκας, εἶδε σηπεδόνας, εἶδε δυσωδίαν πολλὴν, τὸν νόμον οὐ βοηθοῦντα, τοὺς προφήτας κατηγοροῦντας, τὴν ἁμαρτίαν ἐπικειμένην, τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ἄτακτον, οὐκ ἐγκρατεύεσθαι βουλόμενον, οὐδὲ ἀνεχόμενον τῶν ἰατρῶν. Οὐ φονεύσεις, οὗτος ἐφόνευσεν.

Οὐ μοιχεύσεις. Ἕκαστος πρὸς τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζεν· Οὐ κλέψεις. Ἀρὰ καὶ ψεῦδος καὶ μοιχεία καὶ κλοπὴ κέχυται ἐπὶ τῆς γῆς. Ἄλλα ἔλεγεν ὁ ἰατρὸς, καὶ ἄλλα ἐποίει ὁ νοσηρός. Τί γένηται; ὁ ἰατρὸς ἐπέταττεν, ὁ νοσηρὸς οὐχ ὑπήκουσε· τὸ νόσημα ηὐξάνετο, ὁ ἀνδραποδιστὴς διάβολος παρέμενε καθάπερ δοῦλος δραπέτης. Τί θέλεις; ψυχροποσίαν δίδωμι· τί θέλεις; κρέα δίδωμι, τὰ διαφθείροντά σου τὸν στόμαχον δίδωμι, τὰ ἐναντία τῷ ἰατρῷ. Ὁ ἰατρὸς ἐπέταττε, καὶ ἐξήρχετο· ὁ δραπέτης εἰσήρχετο κρύφα καὶ πάντα παρεῖχε. Πορνείαν θέλεις; ψεῦδος θέλεις;

Ἐκεῖνος ἔλεγε· ταῦτα βούλομαι, οὐκ ἐκεῖνα ἃ λέγει ὁ ἰατρός· ταῦτα βούλομαι ἃ σὺ λέγεις. Τὰ σώματα ἄθλια ἀπώλλυτο. Θεὸς κατηγορεῖ, προφῆται κατηγοροῦσιν, ἐκεῖνος ὁ δήμιος παρέμενε, καὶ ἡ ἐπιθυμία τοῦ κάμνοντος πρὸς τὸν βλάπτοντα, οὐ πρὸς τὸν ὠφελοῦντα. Ἀπώλλυτο τὸ γένος, διέφθαρτο πάντα. Ἦλθεν ὁ ἰατρὸς ὁ εὔπορος ἐν ἀπόροις, ὁδὸν εὑρὼν ῥᾳδίαν καὶ εὔκολον καὶ σωτήριον. Ἐὰν εἴπω, φησὶ, Τὸ καὶ τὸ ποιήσατε, οὐ ποιοῦσι. Πῶς; τὰ τοῦ νόμου οὐκ ἐδέξαντο, καὶ τὰ τῆς χάριτος ἔχουσι δέξασθαι; τὰ κάτω οὐκ ἐδέξαντο καὶ τὰ ἄνω ἔχουσι δέξασθαι; Ἐὰν εἴπω νηστείαν, ἐὰν εἴπω σάκκου περιβολὴν, ἐὰν εἴπω ἀκτημοσύνην, ἐὰν εἴπω παρθενείαν, γάμον οὐκ οἴδασι σεμνὸν, καὶ περὶ παρθενείας ἔχω εἰπεῖν; τὰ ἀλλότρια ἁρπάζουσι, καὶ περὶ ἀκτημοσύνης αὐτοῖς ἔχω εἰπεῖν; πορνεύουσι, μοιχεύουσι, καὶ σάκκου περιβολὴν ἔχω εἰπεῖν; Τί οὖν; γίνομαι ἄνθρωπος τέως ἐν τῇ σαρκὶ τῇ ἐμῇ, καὶ τῷ ἀπεῤῥιμμένῳ διαλέγομαι· καταργῶ τὴν ἁμαρτίαν τέως, ἀπὸ τοῦ γένους δείκνυμι ὑγιαίνοντα ἄνθρωπον· δείκνυμι τὴν αὐτὴν φύσιν, καὶ οὐ τὸ αὐτὸ πτῶμα· δείκνυμι ἄνθρωπον ἁμαρτίαν οὐ ποιήσαντα, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ, ἵνα καὶ οὗτοι θεαταὶ ὄντες ἔχωσιν ἐλπίδα σωτηρίας, καὶ οἱ ἐπιβουλεύοντες ἀποφύγωσι, καὶ ἴδωσιν ἄνθρωπον μὴ ἔχοντα ἁμαρτίαν. Αἰσχύνου, διάβολε. Τοῦτο σάρξ ἐστι, τοῦτο σῶμά ἐστιν, ὃ ἔχει ὁ Δεσπότης μου.

Διὰ τοῦτο περιήρχετο ἀεὶ λέγων, εἰ Υἱὸς ᾖ τοῦ Θεοῦ οὗτος ὁ ἄνθρωπος, πῶς οὐχ ἁμαρτάνει; πάντες οἱ ἄλλοι ὑπὸ ἁμαρτίαν εἰσίν. Οὐ γάρ ἐστι φύσεως ἁμαρτία, ἀλλὰ προαιρέσεως. Ἰδοὺ δίδωμι ἄνθρωπον ὑγιαίνοντα, σκεῦος ἐκκεκαθαρμένον καὶ ἀκηλίδωτον.

Καὶ στὰς ἐν μέσῳ δήμου ἔλεγε· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καὶ οὐδεὶς ηὗρεν εἰπεῖν τι. Τί οὖν νῦν; εἰσέρχεται πρὸς τοὺς νοσοῦντας τέως, λόγοις αὐτοὺς παρακαλῶν, ὥσπερ ἰατρὸς διὰ τῶν φαρμάκων· οὐδὲν ἔχεις πονηρὸν, ἐὰν σωφρονῇς· χαλεπὸν τὸ νόσημα, ἀλλὰ δύναται λυθῆναι. Παρακαλεῖ αὐτοὺς, Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· πεφορτισμένοι ἦσαν οἱ νοσηροί· φορτία γάρ ἐστι νόσος, ἀταξία, πορνεία κλοπὴ, ψεῦδος, ψευδομαρτυρία· οὐ γὰρ οὕτω φορτίον βαρὺ, ὡς συνειδὸς πονηρόν. Ἀλλ᾽ ἐπειδὴ ὁ νοσῶν φοβεῖται τὸν ἰατρὸν, μάλιστα ὅταν χαλεπὸν ᾖ τὸ νόσημα, μή που σιδήριον ὀξύνῃ, μή που πῦρ καίῃ, καὶ πολλοὶ τῶν νοσούντων εἵλαντο ἐναποθανεῖν τοῖς νοσήμασιν, ἢ ὑπομεῖναι τὴν ὀδύνην τὴν ἀπὸ τῆς ἰατρείας. καὶ καρπώσασθαι τὴν ὑγείαν τὴν ἀπὸ τῆς ὀδύνης, ἵνα μηδεὶς φοβηθῇ τοῦτο ὅτι· οὗτος ἦλθε, φησίν· Ἀπαιτεῖ ἡμᾶς εὐθύνας τῶν ἁμαρτημάτων· ἀπαιτεῖ ἡμᾶς τῶν πλημμελημάτων· κολάσαι ἡμᾶς ἔχει, καὶ τότε ἡμᾶς διορθοῦται· ἵνα μηδεὶς τοῦτο ἐννοήσας φύγῃ· Δεῦτε, φησὶ, πρός με. Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. Οὐδὲν βαρύ· οὐκ ἔχω σιδήριον, οὐκ ἔχω πῦρ καῖον, οὐ καίω, οὐ τέμνω· ἀνώδυνος ἡ ἰατρεία, χωρὶς πόνου ἡ θεραπεία.

Εἰ οὐ πιστεύετε, βλέπετε τὴν πόρνην, βλέπετε τὸν λῃστὴν, βλέπετε τοὺς Μάγους, τὸν τελώνην, τὴν Χαναναίαν· ὑπόδειγμα ὑμῖν ἔδωκα ἐκ προοιμίων· μὴ ἔκαυσα; μὴ ἔτεμον; οὐκ ἐδάκρυσε μόνον ἡ πόρνη, καὶ παρθένων ἐγένετο σεμνοτέρα; οὐ προσεκύνησαν οἱ Μάγοι, καὶ εὐαγγελισταὶ ἐγένοντο; οὐκ ἦλθεν ἡ Χαναναία, καὶ τὴν ἰατρείαν ἔλαβε τοῦ θυγατρίου; Οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω. Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι. Ταῦτα λέγω τὰ ῥήματα· Δεσπότης εἰμὶ, οὐ χρείαν ἔχω, οὐκ εἰμὶ δοῦλος ὑποκείμενος νόμῳ· κατηγορεῖ σου ὁ νόμος, ἀλλὰ λύω τὴν κατηγορίαν· αὐτὸν τὸν κατήγορον παύω. Πῶς; Ἔπαυσε γὰρ αὐτὸν ἡ χάρις· κατηγοροῦσιν οἱ προφῆται, ἀλλὰ μείζονα δίδωμι τὴν ἐλευθερίαν. Ἐλθὼν τοίνυν καὶ εὑρὼν τὴν φύσιν κακῶς ἔχουσαν, καὶ τοὺς μὲν ἐν πορνείᾳ, τοὺς δὲ ἐν μοιχείᾳ, κνίσσαν καὶ καπνὸν τὸν ἀέρα μολύνοντα, τὰ ἄλλα πάντα, τί ποιεῖ; Ὁρῶν πυρέττον τὸ γένος τὸ ἡμέτερον, λούει· πρῶτον λέγει, Λοῦσαι, καὶ ἀπαλλάσσου τοῦ νοσήματος· λούει λουτρῷ παλιγγενεσίας καὶ ἀλείφει· καὶ τῷ χρίσματι τοῦ μύρου ἀλείφω σε, καὶ λούω καὶ μεταβάλλω σε. Καὶ τοσαύτη ἡ ἰσχὺς τοῦ λουτροῦ; Τοσαύτη. Κατάβηθι κάτω. Καταβαίνει κάτω, καὶ οὐ μένει ὁ παλαιὸς ἄνθρωπος. Μὴ σιδήρου χρεία; μὴ τομῆς καὶ ὀδύνης; ἐν ἡδονῇ ἡ ὠφέλεια· μὴ ἐπίπονος ἡ ἰατρεία; Καὶ τί ποιήσομεν ἵνα σωθῶμεν;

μυρία εἰργασάμεθα κακὰ, πονηρὸν ἔχομεν συνειδὸς, ἀπωλόμεθα.