Λέγει βαπτίζεσθαι καὶ σώζεσθαι· καὶ γὰρ λαβὼν χρίει, λούει, εἶτα τρέφει στερεὰν τροφήν. Ἐπειδὴ γὰρ ἀθῶος ὁ νοσηρὸς ἐγένετο, τρέφει αὐτὸν καὶ τρέφει τὸ σῶμα τὸ ἑαυτοῦ, καὶ ποτίζει τὸ αἷμα τὸ ἑαυτοῦ· Ἐμοῦ, φησὶ, τοῦ ἀναμαρτήτου. Ἐπειδὴ γὰρ ἐγένου σὺ ἀναμάρτητος ἀπὸ τοῦ λουτροῦ, λαβὼν σῶμα τοιοῦτον, χρίει, λούει, τρέφει. Τοῦτό ἐστι καινὴ κτίσις. Ὅταν εἰσέλθῃ πόρνος, καὶ γίνεται δίκαιος, οὐκ ἔστι καινὴ κτίσις; ὅταν εἰσέλθῃ ἅρπαξ, καὶ ἀπαλλαγῇ τῶν ἁμαρτημάτων, οὐκ ἔστι καινὴ κτίσις; Εἶδες ἐν τῇ χάριτι τὴν κτίσιν; βλέπε καὶ ἐν τῇ πολιτείᾳ τὴν κτίσιν. Πόσαι πόρναι κατέλειπον τὰ θέατρα, ἀφῆκαν σηρικὰ ἱμάτια, κατεπάσσαντο σποδὸν, περιεβάλλοντο σάκκους, καὶ νῦν πολιτεύονται ἐν Χριστῷ; οὐκ ἔστι καινὴ κτίσις; Ὅταν οὖν ἴδῃς τὴν πόρνην μηκέτι πόρνην, ἀλλὰ παρθένου σεμνοτέραν, εἰπέ· Ἐκτίσθη αὐτῆς ἡ γνώμη, μετεβλήθη αὐτῆς ἡ καρδία, μετέστη ἡ διάνοια ἀπὸ τοῦ τρόπου· οὐκ ἔτι αὐτὴ εἰς τὸ θέατρον, οὐκέτι ἄλλους βροχίζει, ἀλλὰ καὶ αὐτὴ σώζεται· οὐκέτι ἄλλοις γίνεται σκάνδαλος, ἀλλὰ σωτηρία· βλέπουσι γὰρ οἱ πόρνοι, καὶ σώφρονες γίνονται. Ὁρᾶς καινὴν τὴν κτίσιν;