Διὰ τί κάλαμον καλεῖς; Ἵνα μάθῃς ὅτι οὐκ ἐμὰ τὰ γράμματα, ἀλλὰ τῆς κατεχούσης δεξιᾶς. Ὁ γὰρ κάλαμος οὐκ ἀφ᾽ ἑαυτοῦ γράφει, ἀλλ᾽ ὅπερ ἂν βούληται ἡ κατέχουσα χείρ. Καὶ ἡ γλῶσσά μου κάλαμός ἐστιν· κατέχει γὰρ αὐτὴν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν λέγῃ σοι ὁ Ἕλλην, Τίς σου ὁ διδάσκαλος; μὴ αἰσχύνου μηδὲ ἐρυθρία, ἀλλὰ λέγε· Ὁ ἀγοραῖος, ὁ σκηνοποιὸς, ὁ ἐπ᾽ ἀγορᾶς ἑστηκὼς, ὁ δέρματα ῥάπτων. Ὁ σὸς δὲ τίς διδάσκαλος; Πλάτων, Πυθαγόρας, οὐκ ἀγοραῖος, ἀλλὰ φιλόσοφος. Εἰ δὲ λέγω ἐγὼ, Ὁ σὸς διδάσκαλος τίς; φιλόσοφος· ὁ σὸς διδάσκαλος εὐπατρίδης, ὁ σὸς διδάσκαλος πλούσιος, ὁ σὸς διδάσκαλος γλῶτταν ἔχων ἠκονημένην, ὑπὲρ τοὺς ποταμοὺς ῥέων, τιμῆς ἀπολαύων, περιφάνειαν ἔχων προγόνων, πανταχοῦ τιμώμενος· ὁ ἐμὸς τὰ ἐναντία· οὕτω φανερὰ ἡμῖν ἡ νίκη γίνεται. Πῶς; Ὅτι ἀγοραῖος τὸν φιλόσοφον ἐνίκησεν, ὁ πένης τὸν πλούσιον, ὁ ἄγλωττος τὸν ὑπὲρ τοὺς ποταμοὺς ῥέοντα, ὁ μαστιγούμενος τὸν μηδὲν πάσχοντα. Ἀνώμαλος ἡ παράταξις, ἵνα λαμπρότερον τὸ τρόπαιον γένηται. Σολοικίζει ὁ ἐμὸς, Ἀττικίζει ὁ σός· ὁ σολοικίζων τὸν Ἀττικίζοντα ἐνίκησεν· σολοικίζει τὴν γλῶτταν, ἀλλὰ φιλοσοφεῖ τῇ διανοίᾳ· οὐ χρείαν ἔχω ῥημάτων, ἀλλὰ δέομαι νοημάτων. Ὁ ἐμὸς τὸν σὸν ἐνίκησε· πῶς; ὁ ἰδιώτης τὸν σοφὸν, ὁ ἄγροικος τὸν ῥήτορα. Καὶ πόθεν, φησὶ, δῆλον ὅτι ἐνίκησεν· Ἀναίσχυντε, οὐχ ὁρᾷς τὰ πράγματα βοῶντα; Ποῦ Πλάτων;